previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

τὸ μὲν δὴ νότιον τῆς Ἀριανῆς πλευρὸν τοιαύτην τινὰ ἔχει τὴν τῆς παραλίας διάθεσιν καὶ τῆς ὑπερκειμένης πλησίον γῆς τῆς τῶν Γεδρωσίων καὶ Ὠριτῶν. πολλὴ δ᾽ ἐστὶ καὶ εἰς τὴν μεσόγαιαν ἀνέχουσα καὶ Γεδρωσία μέχρι τοῦ συνάψαι Δράγγαις τε καὶ [p. 1008] Ἀραχωτοῖς καὶ Παροπαμισάδαις, περὶ ὧν Ἐρατοσθένης οὕτως εἴρηκεν: οὐ γὰρ ἔχομέν τι λέγειν βέλτιον περὶ αὐτῶν. ὁρίζεσθαι μὲν γάρ φησι τὴν Ἀριανὴν ἐκ μὲν τῶν πρὸς ἕω τῷ Ἰνδῷ, πρὸς νότον δὲ τῇ μεγάλῃ θαλάττῃ, πρὸς ἄρκτον δὲ τῷ Παροπαμισῷ καὶ τοῖς ἑξῆς ὄρεσι μέχρι Κασπίων πυλῶν, τὰ δὲ πρὸς ἑσπέραν τοῖς αὐτοῖς ὅροις οἷς μὲν Παρθυηνὴ πρὸς Μηδίαν δὲ Καρμανία πρὸς τὴν Παραιτακηνὴν καὶ Περσίδα διώρισται: πλάτος δὲ τῆς χώρας τὸ τοῦ Ἰνδοῦ μῆκος τὸ ἀπὸ τοῦ Παροπαμισοῦ μέχρι τῶν ἐκβολῶν μύριοι καὶ δισχίλιοι στάδιοιοἱ δὲ τρισχιλίους φασί): μῆκος δὲ ἀπὸ Κασπίων πυλῶν, ὡς ἐν τοῖς Ἀσιατικοῖς σταθμοῖς ἀναγέγραπται, διττόν. μέχρι μὲν Ἀλεξανδρείας τῆς ἐν Ἀρίοις ἀπὸ Κασπίων πυλῶν διὰ τῆς Παρθυαίας μία καὶ αὐτὴ ὁδός: εἶθ᾽ μὲν ἐπ᾽ εὐθείας διὰ τῆς Βακτριανῆς καὶ τῆς ὑπερβάσεως τοῦ ὄρους εἰς Ὀρτόσπανα ἐπὶ τὴν ἐκ Βάκτρων τρίοδον ἥτις ἐστὶν ἐν τοῖς Παροπαμισάδαις: δ᾽ ἐκτρέπεται μικρὸν ἀπὸ τῆς Ἀρίας πρὸς νότον εἰς Προφθασίαν τῆς Δραγγιανῆς: εἶτα πάλιν λοιπὴ μέχρι τῶν ὅρων τῆς Ἰνδικῆς καὶ τοῦ Ἰνδοῦ: ὥστε μακροτέρα ἐστὶν αὕτη διὰ τῶν Δραγγῶν καὶ Ἀραχωτῶν, σταδίων μυρίων πεντακισχιλίων τριακοσίων πᾶσα. εἰ δή τις ἀφέλοι τοὺς χιλίους τριακοσίους, ἔχοι ἂν τὸ λοιπὸν τὸ ἐπ᾽ εὐθείας μῆκος τῆς χώρας, μυρίων καὶ τετρακισχιλίων: οὐ πολὺ γὰρ ἔλαττον τὸ τῆς παραλίας, κἂν παραύξωσί τινες αὐτὸ πρὸς τοῖς μυρίοις τὴν Καρμανίαν ἑξακισχιλίων τιθέντες: γὰρ σὺν τοῖς κόλποις φανοῦνται τιθέντες σὺν τῇ ἐντὸς τοῦ Περσικοῦ κόλπου παραλίᾳ τῇ Καρμανικῇ. ἐπεκτείνεται δὲ τοὔνομα τῆς Ἀριανῆς μέχρι μέρους τινὸς καὶ Περσῶν καὶ Μήδων καὶ ἔτι τῶν πρὸς ἄρκτον Βακτρίων καὶ Σογδιανῶν: εἰσὶ γάρ πως καὶ ὁμόγλωττοι παρὰ μικρόν. [p. 1009]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: