previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[14]

τῶν ταινιῶν, φησίν, ἀφοριοῦμεν πρώτους τοὺς περὶ Πηνειὸν οἰκοῦντας καὶ τὸν Ἁλιάκμονα πρὸς θαλάττῃ. ῥεῖ δ᾽ Πηνειὸς ἐκ τοῦ Πίνδου ὄρους διὰ μέσης τῆς Θετταλίας πρὸς ἕω. διελθὼν δὲ τὰς τῶν Λαπιθῶν πόλεις καὶ Περραιβῶν τινας συνάπτει τοῖς Τέμπεσι, παραλαβὼν πλείους ποταμούς, ὧν καὶ Εὔρωπος, ὃν Τιταρήσιον εἶπεν ποιητής, τὰς πηγὰς ἔχοντα ἀπὸ τοῦ Τιταρίου ὄρους συμφυοῦς τῷ Ὀλύμπῳ, κἀντεῦθεν ἄρχεται διορίζειν τὴν Μακεδονίαν ἀπὸ τῆς Θετταλίας. ἔστι γὰρ τὰ Τέμπη στενὸς αὐλὼν μεταξὺ Ὀλύμπου καὶ Ὄσσης. φέρεται δ᾽ Πηνειὸς ἀπὸ τῶν στενῶν τούτων ἐπὶ σταδίους τετταράκοντα, ἐν ἀριστερᾷ μὲν ἔχων τὸν Ὄλυμπον, Μακεδονικὸν ὄρος μετεωρότατον, ἐν δὲ δεξιᾷ τὴν Ὄσσαν, ἐγγὺς τῶν ἐκβολῶν τοῦ ποταμοῦ. ἐπὶ μὲν δὴ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Γυρτὼν ἵδρυται, Περραιβικὴ πόλις καὶ Μαγνῆτις, ἐν Πειρίθους τε καὶ Ἰξίων ἐβασίλευσαν: ἀπέχει δ᾽ ὅσον σταδίους ἑκατὸν τῆς Γυρτῶνος πόλις Κραννών, καί φασιν, ὅταν εἴπῃ ποιητήςτὼ μὲν ἄρ᾽ ἐκ Θρῄκης
1 καὶ ἑξῆς, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους: ἐπὶ δὲ θάτερα Πιερία. E.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: