previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2]

῾εξῆς δ᾽ Λατίνη κεῖται, ἐν καὶ τῶν Ῥωμαίων πόλις, πολλὰς συνειληφυῖα καὶ τῆς μὴ Λατίνης πρότερον. Αἶκοι γὰρ καὶ Ὀυόλσκοι καὶ Ἕρνικοι Ἀβοριγῖνές τε οἱ περὶ αὐτὴν τὴν Ῥώμην καὶ Ῥούτουλοι οἱ τὴν ἀρχαίαν Ἀρδέαν ἔχοντες καὶ ἄλλα συστήματα μείζω καὶ ἐλάττω τὰ περιοικοῦντα τοὺς τότε Ῥωμαίους ὑπῆρξαν, ἡνίκα πρῶτον ἔκτιστο πόλις: ὧν ἔνια κατὰ κώμας αὐτονομεῖσθαι συνέβαινεν ὑπ᾽ οὐδενὶ κοινῷ φύλῳ τεταγμένα. φασὶ δὲ Αἰνείαν μετὰ τοῦ πατρὸς Ἀγχίσου καὶ τοῦ παιδὸς Ἀσκανίου κατάραντας εἰς Λαυρεντὸν τῆς πλησίον τῶν Ὠστίων καὶ τοῦ Τιβέρεως ᾐόνος, μικρὸν ὑπὲρ τῆς θαλάττης, ὅσον ἐν τέτταρσι καὶ εἴκοσι σταδίοις, κτίσαι πόλιν. ἐπελθόντα δὲ Λατῖνον τὸν τῶν Ἀβοριγίνων βασιλέα τῶν οἰκούντων τὸν τόπον τοῦτον, ὅπου νῦν Ῥώμη ἐστί, συμμάχοις χρήσασθαι τοῖς περὶ τὸν Αἰνείαν ἐπὶ τοὺς γειτονεύοντας Ῥουτούλους τοὺς Ἀρδέαν κατέχονταςστάδιοι δ᾽ εἰσὶν ἀπὸ τῆς Ἀρδέας εἰς τὴν Ῥώμην ἑκατὸν ἑξήκοντα), νικήσαντα δ᾽ ἀπὸ τῆς θυγατρὸς Λαουινίας ἐπώνυμον κτίσαι πλησίον πόλιν. πάλιν δὲ τῶν Ῥουτούλων συμβαλόντων εἰς μάχην, τὸν μὲν Λατῖνον πεσεῖν, τὸν δὲ Αἰνείαν νικήσαντα βασιλεῦσαι καὶ Λατίνους καλέσαι τοὺς ὑφ᾽ αὑτῷ. καὶ τούτου δὲ τελευτήσαντος καὶ τοῦ πατρός, τὸν Ἀσκάνιον Ἄλβαν κτίσαι ἐν τῷ Ἀλβανῷ ὄρει, διέχοντι τῆς Ῥώμης τοσοῦτον ὅσον καὶ Ἀρδέα. ἐνταῦθα Ῥωμαῖοι σὺν τοῖς Λατίνοις Διὶ θύουσιν, ἅπασα συναρχία ἀθροισθεῖσα: τῇ πόλει δ᾽ ἐφιστᾶσιν ἄρχοντα [p. 315] πρὸς τὸν τῆς θυσίας χρόνον τῶν γνωρίμων τινὰ νέων. ὕστερον δὲ τετρακοσίοις ἔτεσιν ἱστορεῖται τὰ περὶ Ἀμόλλιον καὶ τὸν ἀδελφὸν Νουμίτορα, τὰ μὲν μυθώδη τὰ δ᾽ ἐγγυτέρω πίστεως. διεδέξαντο μὲν γὰρ τὴν τῆς Ἄλβας ἀρχὴν ἀμφότεροι παρὰ τῶν ἀπογόνων τοῦ Ἀσκανίου, διατείνουσαν μέχρι τοῦ Τιβέρεως: παραγκωνισάμενος δ᾽ νεώτερος τὸν πρεσβύτερον ἦρχεν Ἀμόλλιος, υἱοῦ δ᾽ ὄντος καὶ θυγατρὸς τῷ Νουμίτορι, τὸν μὲν ἐν κυνηγίᾳ δολοφονεῖ, τὴν δέ, ἵνα ἄτεκνος διαμείνῃ, τῆς Ἑστίας ἱέρειαν κατέστησε παρθενείας χάριν: καλοῦσι δ᾽ αὐτὴν Ῥέαν Σιλβίαν. εἶτα φθορὰν φωράσας, διδύμων αὐτῇ παίδων γενομένων, τὴν μὲν εἷρξεν ἀντὶ τοῦ κτείνειν χαριζόμενος τἀδελφῷ, τοὺς δ᾽ ἐξέθηκε πρὸς τὸν Τίβεριν κατά τι πάτριον. μυθεύεται μὲν οὖν ἐξ Ἄρεως γενέσθαι τοὺς παῖδας, ἐκτεθέντας δ᾽ ὑπὸ λυκαίνης ὁραθῆναι σκυλακευομένους. Φαυστύλον δέ τινα τῶν περὶ τὸν τόπον συφορβῶν ἀνελόμενον ἐκθρέψαιδεῖ δ᾽ ὑπολαβεῖν τῶν δυνατῶν τινα, ὑπηκόων δὲ τῷ Ἀμολλίῳ, λαβόντα ἐκθρέψαι), καλέσαι δὲ τὸν μὲν Ῥωμύλον τὸν δὲ Ῥῶμον. ἀνδρωθέντας δ᾽ ἐπιθέσθαι τῷ Ἀμολλίῳ καὶ τοῖς παισί: καταλυθέντων δ᾽ ἐκείνων καὶ τῆς ἀρχῆς εἰς τὸν Νουμίτορα περιστάσης, ἀπελθόντας οἴκαδε κτίσαι τὴν Ῥώμην ἐν τόποις οὐ πρὸς αἵρεσιν μᾶλλον πρὸς ἀνάγκην ἐπιτηδείοις. οὔτε γὰρ ἐρυμνὸν τὸ ἔδαφος οὔτε χώραν οἰκείαν ἔχον τὴν πέριξ ὅση πόλει πρόσφορος, ἀλλ᾽ οὐδ᾽ ἀνθρώπους τοὺς συνοικήσοντας: οἱ γὰρ ὄντες ᾤκουν καθ᾽ αὑτούς, συνάπτοντές πως τοῖς τείχεσι τῆς κτιζομένης πόλεως, οὐδὲ τοῖς Ἀλβανοῖς πάνυ προσέχοντες. Κολλατία δ᾽ ἦν καὶ Ἀντέμναι καὶ Φιδῆναι καὶ Λαβικὸν καὶ ἄλλα τοιαῦτα τότε μὲν πολίχνια, νῦν δὲ [p. 316] κῶμαι, κτήσεις ἰδιωτῶν, ἀπὸ τριάκοντα 1 μικρῷ πλειόνων τῆς Ῥώμης σταδίων. μεταξὺ γοῦν τοῦ πέμπτου καὶ τοῦ ἕκτου λίθου τῶν τὰ μίλια διασημαινόντων τῆς Ῥώμης καλεῖται τόπος Φῆστοι: τοῦτον δ᾽ ὅριον ἀποφαίνουσι τῆς τότε Ῥωμαίων γῆς, οἵ θ᾽ ἱερομνήμονες θυσίαν ἐπιτελοῦσιν ἐνταῦθά τε καὶ ἐν ἄλλοις τόποις πλείοσιν ὡς ὁρίσις αὐθημερόν, ἣν καλοῦσιν Ἀμβαρουίαν. γενομένης δ᾽ οὖν στάσεως φασὶ κατὰ τὴν κτίσιν ἀναιρεθῆναι τὸν Ῥῶμον. μετὰ δὲ τὴν κτίσιν ἀνθρώπους σύγκλυδας Ῥωμύλος ἤθροιζεν, ἀποδείξας ἄσυλόν τι τέμενος μεταξὺ τῆς ἄκρας καὶ τοῦ Καπετωλίου, τοὺς δ᾽ ἐκεῖ καταφεύγοντας τῶν ἀστυγειτόνων πολίτας ἀποφαίνων. ἐπιγαμίας δὲ τούτοις οὐ τυγχάνων ἐπηγγείλατο ἕνα ἀγῶνα ἱππικὸν τοῦ Ποσειδῶνος ἱερόν, τὸν καὶ νῦν ἐπιτελούμενον. συνελθόντων δὲ πολλῶν, πλείστων δὲ Σαβίνων, ἐκέλευσε τὰς παρθένους ἁρπάσαι τὰς ἀφιγμένας τοῖς δεομένοις γάμου: μετιὼν δὲ τὴν ὕβριν Τίτος Τάτιος δι᾽ ὅπλων βασιλεὺς τῶν Κυριτῶν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς καὶ πολιτείας συνέβη πρὸς τὸν Ῥωμύλον: δολοφονηθέντος δ᾽ ἐν Λαουινίῳ τοῦ Τατίου, μόνος ἦρξεν ἑκόντων τῶν Κυριτῶν Ῥωμύλος. μετὰ δὲ τοῦτον διεδέξατο τὴν ἀρχὴν Νουμᾶς Πομπίλιος πολίτης τοῦ Τατίου, παρ᾽ ἑκόντων λαβὼν τῶν ὑπηκόων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: