previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


νῦν μὲν δὴ πᾶσαν Ἠλείαν ὀνομάζουσι τὴν μεταξὺ [p. 479] Ἀχαιῶν τε καὶ Μεσσηνίων παραλίαν, ἀνέχουσαν εἰς τὴν μεσόγαιαν τὴν πρὸς Ἀρκαδίᾳ τῇ κατὰ Φολόην καὶ Ἀζᾶνας καὶ Παρρασίους. τοῦτο δὲ τὸ παλαιὸν εἰς πλείους δυναστείας διῄρητο, εἶτ᾽ εἰς δύο, τήν τε τῶν Ἐπειῶν καὶ τὴν ὑπὸ Νέστορι τῷ Νηλέως: καθάπερ καὶ Ὅμηρος εἴρηκε, τὴν μὲν τῶν Ἐπειῶν ὀνομάζων Ἦλινἠδὲ παρ᾽ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
1 τὴν δ᾽ ὑπὸ τῷ Νέστορι Πύλον, δι᾽ ἧς τὸν Ἀλφειὸν ῥεῖν φησιν, “ Ἀλφειοῦ, ὅς τ᾽ εὐρὺ ῥέει Πυλίων διὰ γαίης.
2 Πύλον μὲν οὖν καὶ πόλιν οἶδεν ποιητήςοἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
ἷξον.
3 οὐ διὰ τῆς πόλεως δὲ οὐδὲ παρ᾽ αὐτὴν ῥεῖ Ἀλφειός, ἀλλὰ παρ᾽ αὐτὴν μὲν ἕτερος, ὃν οἱ μὲν Παμισὸν οἱ δὲ Ἄμαθον καλοῦσιν, ἀφ᾽ οὗ καὶ Πύλος Ἠμαθόεις εἰρῆσθαι οὗτος δοκεῖ, διὰ δὲ τῆς χώρας τῆς Πυλίας Ἀλφειός. [2]

Ἦλις δὲ νῦν πόλις οὔπω ἔκτιστο καθ᾽ Ὅμηρον, ἀλλ᾽ χώρα κωμηδὸν ᾠκεῖτο: ἐκαλεῖτο δὲ κοίλη Ἦλις ἀπὸ τοῦ συμβεβηκότος: τοιαύτη γὰρ ἦν πλείστη καὶ ἀρίστη: ὀψὲ δέ ποτε συνῆλθον εἰς τὴν νῦν πόλιν Ἦλιν, μετὰ τὰ Περσικά, ἐκ πολλῶν δήμων. σχεδὸν δὲ καὶ τοὺς ἄλλους τόπους τοὺς κατὰ Πελοπόννησον πλὴν ὀλίγων, οὓς κατέλεξεν ποιητής, οὐ πόλεις ἀλλὰ χώρας νομίζειν δεῖ, συστήματα δήμων ἔχουσαν ἑκάστην πλείω, ἐξ ὧν ὕστερον αἱ γνωριζόμεναι πόλεις συνῳκίσθησαν, οἷον τῆς Ἀρκαδίας Μαντίνεια μὲν ἐκ πέντε δήμων ὑπ᾽ Ἀργείων συνῳκίσθη, Τεγέα δ᾽ ἐξ ἐννέα, ἐκ τοσούτων δὲ καὶ Ἡραία ὑπὸ Κλεομβρότου ὑπὸ Κλεωνύμου: ὡς δ᾽ αὕτως Αἴγιον ἐξ ἑπτὰ ὀκτὼ δήμων συνεπολίσθη, Πάτραι δὲ ἐξ ἑπτά, Δύμη δὲ ἐξ ὀκτώ: οὕτω δὲ καὶ Ἦλις ἐκ τῶν περιοικίδων συνεπολίσθη: μία τούτων προσκτις ... Ἀγριάδες. ῥεῖ δὲ διὰ τῆς πόλεως Πηνειὸς ποταμὸς παρὰ τὸ [p. 480] γυμνάσιον αὐτῆς: ἔπραξάν τε τοῦτο Ἠλεῖοι χρόνοις ὕστερον πολλοῖς τῆς εἰς αὐτοὺς μεταστάσεως τῶν χωρίων τῶν ὑπὸ τῷ Νέστορι. [3]

ἦν δὲ ταῦτα τε Πισᾶτις, ἧς Ὀλυμπία μέρος, καὶ Τριφυλία καὶ τῶν Καυκώνων. Τριφύλιοι δ᾽ ἐκλήθησαν ἀπὸ τοῦ συμβεβηκότος, ἀπὸ τοῦ τρία φῦλα συνεληλυθέναι, τό τε τῶν ἀπ᾽ ἀρχῆς Ἐπειῶν καὶ τὸ τῶν ἐποικησάντων ὕστερον Μινυῶν καὶ τὸ τῶν ὕστατα ἐπικρατησάντων Ἠλείων: οἱ δ᾽ ἀντὶ τῶν Μινυῶν Ἀρκάδας φασίν, ἀμφισβητήσαντας τῆς χώρας πολλάκις, ἀφ᾽ οὗ καὶ Ἀρκαδικὸς Πύλος ἐκλήθη αὐτὸς καὶ Τριφυλιακός. Ὅμηρος δὲ ταύτην ἅπασαν τὴν χώραν μέχρι Μεσσήνης καλεῖ Πύλον ὁμωνύμως τῇ πόλει. ὅτι δὲ διώριστο κοίλη Ἦλις ἀπὸ τῶν ὑπὸ τῷ Νέστορι τόπων, τῶν νεῶν κατάλογος δηλοῖ τοῖς τῶν ἡγεμόνων καὶ τῶν κατοικιῶν ὀνόμασι. λέγω δὲ ταῦτα συμβάλλων τά τε νῦν καὶ τὰ ὑφ᾽ Ὁμήρου λεγόμενα: ἀνάγκη γὰρ ἀντεξετάζεσθαι ταῦτα ἐκείνοις διὰ τὴν τοῦ ποιητοῦ δόξαν καὶ συντροφίαν πρὸς ἡμᾶς, τότε νομίζοντος ἑκάστου κατορθοῦσθαι τὴν παροῦσαν πρόθεσιν, ὅταν μηδὲν ἀντιπῖπτον τοῖς οὕτω σφόδρα πιστευθεῖσι περὶ τῶν αὐτῶν λόγοις: δεῖ δὴ τά τε ὄντα λέγειν καὶ τὰ τοῦ ποιητοῦ παρατιθέντας ἐφ᾽ ὅσον προσήκει προσσκοπεῖν. [4]

ἔστι δέ τις ἄκρα τῆς Ἠλείας πρόσβορρος ἀπὸ ἑξήκοντα Δύμης Ἀχαϊκῆς πόλεως Ἄραξος. ταύτην μὲν οὖν ἀρχὴν τίθεμεν τῆς τῶν Ἠλείων παραλίας: μετὰ δὲ ταύτην ἐστὶν ἐπὶ τὴν ἑσπέραν προϊοῦσι τὸ τῶν Ἠλείων ἐπίνειον Κυλλήνη, ἀνάβασιν ἔχουσα ἐπὶ τὴν νῦν πόλιν ἑκατὸν καὶ εἴκοσι σταδίων. μέμνηται δὲ τῆς Κυλλήνης ταύτης καὶ Ὅμηρος λέγων Ὦτον Κυλλήνιον ἀρχὸν Ἐπειῶν. οὐ γὰρ ἀπὸ τοῦ Ἀρκαδικοῦ ὄρους ὄντα [p. 481] ἔμελλεν ἡγεμόνα τῶν Ἐπειῶν ἀποφῆναι: ἔστι δὲ κώμη μετρία, τὸν Ἀσκληπιὸν ἔχουσα τὸν Κολώτου, θαυμαστὸν ἰδεῖν ξόανον ἐλεφάντινον. μετὰ δὲ Κυλλήνην ἀκρωτήριόν ἐστιν Χελωνάτας, δυσμικώτατον τῆς Πελοποννήσου σημεῖον. πρόκειται δ᾽ αὐτοῦ νησίον καὶ βραχέα ἐν μεθορίοις τῆς τε κοίλης Ἤλιδος καὶ τῆς Πισατῶν, ὅθεν εἰς Κεφαλληνίαν πλέοντι εἰσὶν οὐ πλείους στάδιοι ὀγδοήκοντα. αὐτοῦ δέ που καὶ Ἐλίσων Ἔλισα ῥεῖ ποταμὸς ἐν τῇ λεχθείσῃ μεθορίᾳ. [5]

μεταξὺ δὲ τοῦ Χελωνάτα καὶ τῆς Κυλλήνης τε Πηνειὸς ἐκδίδωσι ποταμὸς καὶ Σελλήεις ὑπὸ τοῦ ποιητοῦ λεγόμενος, ῥέων ἐκ Φολόης: ἐφ᾽ Ἐφύρα πόλις, ἑτέρα τῆς Θεσπρωτικῆς καὶ Θετταλικῆς καὶ τῆς Κορίνθου, τετάρτη τις ἐπὶ τῇ ὁδῷ κειμένη τῇ ἐπὶ Λασίωνα, ἤτοι αὐτὴ οὖσα τῇ Βοινώᾳτὴν γὰρ Οἰνόην οὕτω καλεῖν εἰώθασιν πλησίον ἐκείνης, διέχουσα τῆς Ἠλείων πόλεως σταδίους ἑκατὸν εἴκοσιν: ἐξ ἧς τε Τληπολέμου τοῦ Ἡρακλέους δοκεῖ λέγεσθαι μήτηρτὴν ἄγετ᾽ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
4ἐκεῖ γὰρ μᾶλλον αἱ τοῦ Ἡρακλέους στρατεῖαι, πρὸς ἐκείναις τε οὐδεὶς ποταμὸς Σελλήεις), καὶ τοῦ Μέγητος θώραξτόν ποτε Φυλεὺς
ἤγαγεν ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
5 ἐξ ἧς καὶ τὰ φάρμακα τὰ ἀνδροφόνα. εἰς Ἐφύραν γὰρ ἀφῖχθαι Ἀθηνᾶ φησὶ τὸν Ὀδυσσέαφάρμακον ἀνδροφόνον διζήμενον, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι
6 καὶ τὸν Τηλέμαχον οἱ μνηστῆρεςἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν
ἐλθεῖν, ὄφρ᾽ ἔνθεν θυμοφθόρα φάρμακ᾽ ἐνείκῃ.
7 καὶ γὰρ τὴν Αὐγέου θυγατέρα τοῦ τῶν Ἐπειῶν βασιλέως Νέστωρ ἐν τῇ διηγήσει τοῦ πρὸς αὐτοὺς πολέμου φαρμακίδα εἰσάγειπρῶτος ἐγὼν ἕλον ἄνδρα φήσας
Μούλιον αἰχμητήν, γαμβρὸς δ᾽ ἦν Αὐγείαο,
πρεσβυτάτην δὲ [p. 482] θύγατρ᾽ εἶχεν,
τόσα φάρμακα ᾔδη, ὅσα τρέφει εὐρεῖα χθών.
8 ἔστι δὲ καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ Ἐφύρα πλησίον κώμη, καὶ ἐν τῇ Ἀγραίᾳ τῆς Αἰτωλίας Ἐφύρα κώμη, οἱ δ᾽ ἀπ᾽ αὐτῆς Ἔφυροι: καὶ ἄλλοι οἱ Περραιβῶν πρὸς Μακεδονία, οἱ Κραννώνιοι, καὶ οἱ Θεσπρωτικοὶ οἱ ἐκ Κιχύρου τῆς πρότερον Ἐφύρας. [6]

Ἀπολλόδωρος δὲ διδάσκων ὃν τρόπον ποιητὴς εἴωθε διαστέλλεσθαι τὰς ὁμωνυμίας, οἷον ἐπὶ τοῦ Ὀρχομενοῦ τὸν μὲν Ἀρκαδικὸν πολύμηλον καλῶν τὸν δὲ Βοιωτιακὸν Μινύειον, καὶ Σάμον Θρηικίην συντιθείςμεσσηγύς τε Σάμοιο καὶ Ἴμβρου,
9 ἵνα χωρίσῃ ἀπὸ τῆς Ἰωνικῆς, οὕτω φησὶ καὶ τὴν Θεσπρωτικὴν Ἐφύραν διαστέλλεσθαι τῷ τε τηλόθεν καὶ τῷποταμοῦ ἄπο Σελλήεντος.
10ταῦτα δ᾽ οὐχ ὁμολογεῖ τοῖς ὑπὸ τοῦ Σκηψίου Δημητρίου λεγομένοις, παρ᾽ οὗ μεταφέρει τὰ πλεῖστα. ἐκεῖνος γὰρ οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμόν, ἀλλ᾽ ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἐφύραν, ὡς προείπομεν. τοῦτό τε οὖν εἴρηκε σκέψεως δεόμενον καὶ περὶ τῆς Οἰχαλίας ὅτι φησὶν οὐ μιᾶς οὔσης, μίαν εἶναι πόλιν Εὐρύτου Οἰχαλιῆος: δῆλον οὖν ὅτι τὴν Θετταλικήν, ἐφ᾽ ἧς φησινοἵ τ᾽ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου Οἰχαλιῆος
11 τίς οὖν ἔστιν ἐξ ἧς ὁρμηθέντα αἱ Μοῦσαι κατὰ Δώριονἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς;
12 13 εἰ μὲν γὰρ Θετταλική, οὐκ εὖ πάλιν Σκήψιος Ἀρκαδικήν τινα λέγων, ἣν νῦν Ἀνδανίαν καλοῦσιν: εἰ δ᾽ οὗτος εὖ, καὶ Ἀρκαδικὴ πόλις Εὐρύτου εἴρηται, ὥστ᾽ οὐ μία μόνον: ἐκεῖνος δὲ μίαν φησί. [p. 483] [7]

μεταξὺ δὲ τοῦ Πηνειοῦ καὶ τῆς Σελλήεντος ἐμβολῆς Πύλος ᾠκεῖτο κατὰ τὸ Σκόλλιον, οὐχ τοῦ Νέστορος πόλις, ἀλλ᾽ ἑτέρα τις, πρὸς τὸν Ἀλφειὸν οὐδέν ἐστι κοινώνημα, οὐδὲ πρὸς τὸν Παμισόν, εἴτε Ἄμαθον χρὴ καλεῖν. βιάζονται δ᾽ ἔνιοι μνηστευόμενοι τὴν Νέστορος δόξαν καὶ τὴν εὐγένειαν: τριῶν γὰρ Πύλων ἱστορουμένων ἐν Πελοποννήσῳκαθότι καὶ τὸ ἔπος εἴρηται τουτίἔστι Πύλος πρὸ Πύλοιο: Πύλος γε μέν ἐστι καὶ ἄλλος
14τούτου τε καὶ τοῦ Λεπρεατικοῦ τοῦ ἐν τῇ Τριφυλίᾳ καὶ τῇ Πισάτιδι, τρίτου δὲ τοῦ Μεσσηνιακοῦ τοῦ κατὰ Κορυφάσιον, ἕκαστοι τὸν παρά σφισιν ἠμαθόεντα πειρῶνται δεικνύναι, καὶ τὴν τοῦ Νέστορος πατρίδα τοῦτον ἀποφαίνουσιν. οἱ μὲν οὖν πολλοὶ τῶν νεωτέρων καὶ συγγραφέων καὶ ποιητῶν Μεσσήνιόν φασι τὸν Νέστορα, τῷ σωζομένῳ μέχρι εἰς αὐτοὺς προστιθέμενοι: οἱ δ᾽ Ὁμηρικώτεροι τοῖς ἔπεσιν ἀκολουθοῦντες τοῦτον εἶναί φασι τὸν τοῦ Νέστορος Πύλον, οὗ τὴν χώραν διέξεισιν Ἀλφειός: διέξεισι δὲ τὴν Πισᾶτιν καὶ τὴν Τριφυλίαν. οἱ δ᾽ οὖν ἐκ τῆς κοίλης Ἤλιδος καὶ τοιαύτην φιλοτιμίαν προσετίθεσαν τῷ παρ᾽ αὐτοῖς Πύλῳ, καὶ γνωρίσματα δεικνύντες Γέρηνον τόπον καὶ Γέροντα ποταμὸν καὶ ἄλλον Γεράνιον, εἶτ᾽ ἀπὸ τούτων ἐπιθέτως Γερήνιον εἰρῆσθαι πιστούμενοι τὸν Νέστορα. τοῦτο δὲ ταὐτὸ καὶ οἱ Μεσσήνιοι πεποιήκασι, καὶ πιθανώτεροί γε φαίνονται: μᾶλλον γὰρ γνώριμά φασιν εἶναι τὰ παρ᾽ ἐκείνοις Γέρηνα, συνοικουμένην ποτὲ εὖ. τοιαῦτα μὲν τὰ περὶ τὴν κοίλην Ἦλιν ὑπάρχοντα νυνί. [8]

δὲ ποιητὴς εἰς τέτταρα μέρη διελὼν τήνδε τὴν χώραν, τέτταρας δὲ καὶ τοὺς ἡγεμόνας εἰπών, οὐ σαφῶς εἴρηκενοἳ δ᾽ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον,
ὅσσον ἐφ᾽ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα [p. 484]
πέτρη τ᾽ Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει,
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ᾽ ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί: πολέες δ᾽ ἔμβαινον Ἐπειοί.
15τῷ μὲν γὰρ Ἐπειοὺς ἀμφοτέρους προσαγορεύειν τούς τε Βουπρασιεῖς καὶ τοὺς Ἠλείους, Ἠλείους δὲ μηκέτι καλεῖν τοὺς Βουπρασιεῖς, οὐ τὴν Ἠλείαν δόξειεν ἂν εἰς τέτταρα μέρη διαιρεῖν, ἀλλὰ τὴν τῶν Ἐπειῶν, ἣν εἰς δύο μέρη διεῖλε πρότερον: οὐδ᾽ ἂν μέρος εἴη τῆς Ἤλιδος τὸ Βουπράσιον, ἀλλὰ τῶν Ἐπειῶν μᾶλλον. ὅτι γὰρ Ἐπειοὺς καλεῖ τοὺς Βουπρασίους, δῆλονὡς ὁπότε κρείοντ᾽ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
Βουπρασίῳ16.
17 πάλιν δὲ τῷ συγκαταριθμεῖσθαι Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν λέγοντα, εἶτ᾽ εἰς τέτταρας διαιρεῖν μερίδας, ὡς ἂν κοινῷ δοκεῖ τῷ τε Βουπρασίῳ καὶ τῇ Ἤλιδι αὐτὰς ὑποτάττειν. ἦν δ᾽, ὡς ἔοικε, κατοικία τῆς Ἠλείας τὸ Βουπράσιον ἀξιόλογος, νῦν οὐκέτ᾽ ἐστίν: δὲ χώρα καλεῖται μόνον οὕτως ἐπὶ τῆς ὁδοῦ τῆς ἐπὶ Δύμην ἐξ Ἤλιδος τῆς νῦν πόλεως. ὑπολάβοι δ᾽ ἄν τις καὶ ὑπεροχήν τινα ἔχειν τότε τὸ Βουπράσιον παρὰ τὴν Ἦλιν, ὥσπερ καὶ οἱ Ἐπειοὶ παρὰ τούτους: ὕστερον δ᾽ ἀντ᾽ Ἐπειῶν Ἠλεῖοι ἐκλήθησαν. καὶ τὸ Βουπράσιον μὲν δὴ μέρος ἦν τῆς Ἤλιδος. ποιητικῷ δέ τινι σχήματι συγκαταλέγειν τὸ μέρος τῷ ὅλῳ φασὶ τὸν Ὅμηρον, ὡς τόἀν᾽ Ἑλλάδα καὶ μέσον Ἄργος
18 καίἀν᾽ Ἑλλάδα τε Φθίην τε
19; καὶΚουρῆτές τ᾽ ἐμάχοντο καὶ Αἰτωλοί,
20 καὶοἱ δ᾽ ἐκ Δουλιχίοιο Ἐχινάων θ᾽ ἱεράων.
21 καὶ γὰρ τὸ Δουλίχιον τῶν Ἐχινάδων. χρῶνται δὲ καὶ οἱ νεώτεροι: Ἱππῶναξ μένΚυπρίων βέκος φαγοῦσι καὶ Ἀμαθουσίων πυρόν:
22 Κύπριοι γὰρ καὶ οἱ Ἀμαθούσιοι: καὶ [p. 485] Ἀλκμὰν δέΚύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν
23 καὶ Αἰσχύλος

Κύπρου Πάφου τ᾽ ἔχουσα πάντα κλῆρον.

εἰ δ᾽ οὐκ εἴρηκεν Ἠλείους τοὺς Βουπρασίους, οὐδ᾽ ἄλλα πολλὰ τῶν ὄντων, φήσομεν: ἀλλὰ τοῦτ᾽ οὐκ ἔστιν ἀπόδειξις τοῦ μὴ εἶναι, ἀλλὰ τοῦ μὴ εἰπεῖν μόνον. [9]

Ἑκαταῖος δ᾽ Μιλήσιος ἑτέρους λέγει τῶν Ἠλείων τοὺς Ἐπειούς: τῷ γοῦν Ἡρακλεῖ συστρατεῦσαι τοὺς Ἐπειοὺς ἐπὶ Αὐγέαν καὶ συνανελεῖν αὐτῷ τόν τε Αὐγέαν καὶ τὴν Ἦλιν: φησὶ δὲ καὶ τὴν Δύμην Ἐπειίδα καὶ Ἀχαιίδα. πολλὰ μὲν οὖν καὶ μὴ ὄντα λέγουσιν οἱ ἀρχαῖοι συγγραφεῖς, συντεθραμμένοι τῷ ψεύδει διὰ τὰς μυθογραφίας: διὰ δὲ τοῦτο καὶ οὐχ ὁμολογοῦσι πρὸς ἀλλήλους περὶ τῶν αὐτῶν. οὐ μέντοι ἄπιστον οὐδ᾽ εἴ ποτε διάφοροι τοῖς Ἠλείοις ὄντες οἱ Ἐπειοὶ καὶ ἑτεροεθνεῖς εἰς ταὐτὸ συνήρχοντο κατ᾽ ἐπικράτειαν, καὶ κοινὴν ἔνεμον τὴν πολιτείαν: ἐπεκράτουν δὲ καὶ μέχρι Δύμης. μὲν γὰρ ποιητὴς οὐκ ὠνόμακε τὴν Δύμην, οὐκ ἀπεικὸς δ᾽ ἐστὶ τότε μὲν αὐτὴν ὑπὸ τοῖς Ἐπειοῖς ὑπάρξαι, ὕστερον δὲ τοῖς Ἴωσιν, μηδ᾽ ἐκείνοις ἀλλὰ τοῖς τὴν ἐκείνων χώραν κατασχοῦσιν Ἀχαιοῖς: τῶν δὲ τεττάρων μερίδων, ὧν ἐντός ἐστι καὶ τὸ Βουπράσιον, μὲν Ὑρμίνη καὶ Μύρσινος τῆς Ἠλείας ἐστίν, αἱ λοιπαὶ δὲ ἐπὶ τῶν ὅρων ἤδη τῆς Πισάτιδος, ὡς οἴονταί τινες. [10]

Ὑρμίνη μὲν οὖν πολίχνιον ἦν, νῦν δ᾽ οὐκ ἔστιν: ἀλλ᾽ ἀκρωτήριον πλησίον Κυλλήνης ὀρεινόν ἐστι, καλούμενον Ὅρμινα Ὕρμινα: Μύρσινος δὲ τὸ νῦν Μυρτούντιον, ἐπὶ θάλατταν καθήκουσα κατὰ τὴν ἐκ Δύμης εἰς Ἦλιν ὁδὸν κατοικία, στάδια τῆς Ἠλείων πόλεως διέχουσα ἑβδομήκοντα. πέτρην δ᾽ Ὠλενίην εἰκάζουσι τὴν νῦν Σκόλλιν: ἀνάγκη γὰρ εἰκότα λέγειν, καὶ [p. 486] τῶν τόπων καὶ τῶν ὀνομάτων μεταβεβλημένων, ἐκείνου τε μὴ σφόδρα ἐπὶ πολλῶν σαφηνίζοντος: ἔστι δ᾽ ὄρος πετρῶδες κοινὸν Δυμαίων τε καὶ Τριταιέων καὶ Ἠλείων, ἐχόμενον ἑτέρου τινὸς Ἀρκαδικοῦ ὄρους Λαμπείας, τῆς Ἤλιδος μὲν διέστηκεν ἑκατὸν καὶ τριάκοντα σταδίους, Τριταίας δὲ ἑκατόν, καὶ Δύμης τοὺς ἴσους, Ἀχαϊκῶν πόλεων. τὸ δ᾽ Ἀλείσιον ἔστι τὸ νῦν Ἀλεσιαῖον, χώρα περὶ τὴν Ἀμφιδολίδα, ἐν καὶ κατὰ μῆνα ἀγορὰν συνάγουσιν οἱ περίοικοι: κεῖται δὲ ἐπὶ τῆς ὀρεινῆς ὁδοῦ τῆς ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν: πρότερον δ᾽ ἦν πόλις τῆς Πισάτιδος, ἄλλοτ᾽ ἄλλως τῶν ὅρων ἐπαλλαττόντων διὰ τὰς τῶν ἡγεμόνων μεταβολάς: τὸ δ᾽ Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ποιητὴς καλεῖ ὅταν φῇμέσφ᾽ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν
ἵππους πέτρης τ᾽ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται.
24 ὑπερβατῶς γὰρ δεῖ δέξασθαι ἴσον τῷκαὶ ἔνθ᾽ Ἀλεισίου κολώνη κέκληται.’ ἔνιοι δὲ καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον. [11]

λεγομένων δέ τινων ἐν τῇ Τριφυλίᾳ Καυκώνων πρὸς τῇ Μεσσηνίᾳ, λεγομένης δὲ καὶ τῆς Δύμης Καυκωνίδος ὑπό τινων, ὄντος δὲ καὶ ποταμοῦ ἐν τῇ Δυμαίᾳ μεταξὺ Δύμης καὶ Τριταίας ὃς καλεῖται Καύκων,25 ζητοῦσι περὶ τῶν Καυκώνων26 μὴ διττοὶ λέγονται, οἱ μὲν περὶ τὴν Τριφυλίαν οἱ δὲ περὶ Δύμην καὶ Ἦλιν καὶ τὸν Καύκωνα: ἐμβάλλει δ᾽ οὗτος εἰς ἕτερον, ὃς Τευθέας ἀρσενικῶς καλεῖται, ὁμώνυμος πολίχνῃ τινὶ τῶν εἰς τὴν Δύμην συνῳκισμένων, πλὴν ὅτι χωρὶς τοῦ σίγμα Τευθέα λέγεται θηλυκῶς αὕτη, ἐκτεινόντων τὴν ἐσχάτην συλλαβήν, ὅπου τὸ τῆς Νεμυδίας Ἀρτέμιδος ἱερόν. δὲ Τευθέας εἰς τὸν Ἀχελῶον ἐμβάλλει τὸν [p. 487] κατὰ Λύμην ῥέοντα, ὁμώνυμον τῷ κατὰ Ἀκαρνανίαν, καλούμενον καὶ Πεῖρον. τοῦ δ᾽ Ἡσιόδου εἰπόντοςᾤκεε δ᾽ Ὠλενίην πέτρην ποταμοῖο παρ᾽ ὄχθας
εὐρεῖος Πείροιο,
27 μεταγράφουσί τινες Πώροιο οὐκ εὖ. 28 οὔτε γὰρ τὴν Δύμην ὁπόθεν Καυκωνίδα εἰρῆσθαι συμβέβηκε παραλιπεῖν ἄξιον, οὔτε τὸν ποταμὸν ὁπόθεν Καύκων εἴρηται, διὰ τὸ τοὺς Καύκωνας παρέχειν ζήτησιν, οἵ τινές ποτέ εἰσιν, ὅπου φησὶν Ἀθηνᾶ βαδίζειν κατὰ τὴν τοῦ χρέους κομιδήν. εἰ γὰρ δὴ δεχοίμεθα τοὺς ἐν τῇ Τριφυλίᾳ λέγεσθαι τοὺς περὶ Λέπρειον, οὐκ οἶδ᾽ ὅπως πιθανὸς ἔσται λόγος: διὸ καὶ γράφουσί τινεςἔνθα χρεῖός μοι ὀφείλεται Ἤλιδι δίῃ,
οὐκ ὀλίγον.
29σαφεστέραν δ᾽ ἕξει τὴν ἐπίσκεψιν τοῦτο, ἐπειδὰν τὴν ἑξῆς χώραν περιοδεύσωμεν τήν τε Πισᾶτιν καὶ τὴν Τριφυλίαν μέχρι τῆς τῶν Μεσσηνίων μεθορίας. [12]

μετὰ δὲ τὸν Χελωνάταν τῶν Πισατῶν ἐστιν αἰγιαλὸς πολύς, εἶτ᾽ ἄκρα Φειά: ἦν δὲ καὶ πολίχνηΦειᾶς πὰρ τείχεσσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα:
30ἔστι γὰρ καὶ ποτάμιον πλησίον. ἔνιοι δ᾽ ἀρχὴν τῆς Πισάτιδος τὴν Φειάν φασι: πρόκειται δὲ καὶ ταύτης νησίον καὶ λιμήν, ἔνθεν εἰς Ὀλυμπίαν τὸ ἐγγυτάτω ἐκ θαλάττης εἰσὶ στάδιοι ἑκατὸν εἴκοσιν. εἶτ᾽ ἄλλη ἄκρα εὐθὺς ἐπὶ πολὺ προὔχουσα ἐπὶ τὴν δύσιν, καθάπερ Χελωνάτας, ἀφ᾽ ἧς πάλιν ἐπὶ τὴν Κεφαλληνίαν στάδιοι ἑκατὸν εἴκοσιν. εἶθ᾽ Ἀλφειὸς ἐκδίδωσι, διέχων τοῦ [p. 488] Χελωνάτα σταδίους διακοσίους ὀγδοήκοντα, Ἀράξου δὲ πεντακοσίους τετταράκοντα πέντε. ῥεῖ δ᾽ ἐκ τῶν αὐτῶν τόπων ἐξ ὧν καὶ Εὐρώτας: καλεῖται δὲ Ἀσέα, κώμη τῆς Μεγαλοπολίτιδος, πλησίον ἀλλήλων ἔχουσα δύο πηγάς, ἐξ ὧν ῥέουσιν οἱ λεχθέντες ποταμοί: δύντες δ᾽ ὑπὸ γῆς ἐπὶ συχνοὺς σταδίους ἀνατέλλουσι πάλιν, εἶθ᾽ μὲν εἰς τὴν Λακωνικὴν δ᾽ εἰς τὴν Πισᾶτιν κατάγεται. μὲν οὖν Εὐρώτας κατὰ τὴν ἀρχὴν τῆς Βλεμινάτιδος ἀναδείξας τὸ ῥεῖθρον, παρ᾽ αὐτὴν τὴν Σπάρτην ῥυεὶς καὶ διεξιὼν αὐλῶνά τινα μακρὸν κατὰ τὸ Ἕλος, οὗ μέμνηται καὶ ποιητής, ἐκδίδωσι μεταξὺ Γυθείου τοῦ τῆς Σπάρτης ἐπινείου καὶ Ἀκραίων. δ᾽ Ἀλφειὸς παραλαβὼν τόν τε Λάδωνα καὶ τὸν Ἐρύμανθον καὶ ἄλλους ἀσημοτέρους διὰ τῆς Φρίξης καὶ τῆς Πισάτιδος καὶ Τριφυλίας ἐνεχθεὶς παρ᾽ αὐτὴν τὴν Ὀλυμπίαν ἐπὶ θάλατταν τὴν Σικελικὴν ἐκπίπτει μεταξὺ Φειᾶς τε καὶ Ἐπιταλίου. πρὸς δὲ τῇ ἐκβολῇ τὸ τῆς Ἀλφειωνίας Ἀρτέμιδος Ἀλφειούσης ἄλσος ἐστὶλέγεται γὰρ ἀμφοτέρως), ἀπέχον τῆς Ὀλυμπίας εἰς ὀγδοήκοντα σταδίους. ταύτῃ δὲ τῇ θεῷ καὶ ἐν Ὀλυμπίᾳ κατ᾽ ἔτος συντελεῖται πανήγυρις, καθάπερ καὶ τῇ Ἐλαφίᾳ καὶ τῇ Δαφνίᾳ. μεστὴ δ᾽ ἐστὶν γῆ πᾶσα ἀρτεμισίων τε καὶ ἀφροδισίων καὶ νυμφαίων ἐν ἄλσεσιν ἀνθέων πλέῳς τὸ πολὺ διὰ τὴν εὐυδρίαν, συχνὰ δὲ καὶ ἑρμεῖα ἐν ταῖς ὁδοῖς, ποσείδια δ᾽ ἐπὶ ταῖς ἀκταῖς. ἐν δὲ τῷ τῆς Ἀλφειωνίας ἱερῷ γραφαὶ Κλεάνθους τε καὶ Ἀρήγοντος, ἀνδρῶν Κορινθίων, τοῦ μὲν Τροίας ἅλωσις καὶ Ἀθηνᾶς γοναί, τοῦ δ᾽ Ἄρτεμις ἀναφερομένη ἐπὶ γρυπός, σφόδρα εὐδόκιμοι. [13]

εἶτα τὸ διεῖργον ὄρος τῆς Τριφυλίας τὴν Μακιστίαν ἀπὸ τῆς Πισάτιδος: εἶτ᾽ ἄλλος ποταμὸς Χαλκὶς καὶ κρήνη Κρουνοὶ καὶ κατοικία Χαλκίς, καὶ τὸ [p. 489] Σαμικὸν μετὰ ταῦτα, ὅπου τὸ μάλιστα τιμώμενον τοῦ Σαμίου Ποσειδῶνος ἱερόν: ἔστι δ᾽ ἄλσος ἀγριελαιῶν πλέων: ἐπεμελοῦντο δ᾽ αὐτοῦ Μακίστιοι: οὗτοι δὲ καὶ τὴν ἐκεχειρίαν ἐπήγγελλον, ἣν καλοῦσι Σάμιον: συντελοῦσι δ᾽ εἰς τὸ ἱερὸν πάντες Τριφύλιοι. [14]

κατὰ ταῦτα δέ πως τὰ ἱερὰ ὑπέρκειται τῆς θαλάττης ἐν τριάκοντα μικρῷ πλείοσι σταδίοις Τριφυλιακὸς Πύλος καὶ Λεπρεατικός, ὃν καλεῖ ποιητὴς ἠμαθόεντα καὶ παραδίδωσι τοῦ Νέστορος πατρίδα, ὡς ἄν τις ἐκ τῶν ἐπῶν31 τεκμαίροιτο: εἴτε τοῦ παραρρέοντος ποταμοῦ πρὸς ἄρκτον Ἀμάθου καλουμένου πρότερον, ὃς νῦν Μάμαος καὶ Ἀρκαδικὸς καλεῖται, ὥστ᾽ ἐντεῦθεν ἠμαθόεντα κεκλῆσθαι: εἴτε τούτου μὲν Παμισοῦ καλουμένου ὁμωνύμως τοῖς ἐν τῇ Μεσσηνίᾳ δυσί, τῆς δὲ πόλεως ἄδηλον ἐχούσης τὴν ἐτυμολογίαν τοῦ ἐπιθέτου: καὶ γὰρ τὸ ἀμαθώδη τὸν ποταμὸν τὴν χώραν εἶναι ψεῦδός φασι. πρὸς ἕω δ᾽ ἐστὶν ὄρος τοῦ Πύλου πλησίον ἐπώνυμον Μίνθης, ἣν μυθεύουσι παλλακὴν τοῦ Ἅιδου γενομένην πατηθεῖσαν ὑπὸ τῆς κόρης εἰς τὴν κηπαίαν μίνθην μεταβαλεῖν, ἥν τινες ἡδύοσμον καλοῦσι. καὶ δὴ καὶ τέμενός ἐστιν Ἅιδου πρὸς τῷ ὄρει τιμώμενον καὶ ὑπὸ Μακιστίων, καὶ Δήμητρος ἄλσος ὑπερκείμενον τοῦ Πυλιακοῦ πεδίου. τὸ δὲ πεδίον εὔγεών ἐστι τοῦτο, τῇ θαλάττῃ δὲ συνάψαν παρατείνει παρ᾽ ἅπαν τὸ μεταξὺ τοῦ τε Σαμικοῦ καὶ ποταμοῦ Νέδας διάστημα. θινώδης δὲ καὶ στενός ἐστιν τῆς θαλάττης αἰγιαλός, ὥστ᾽ οὐκ ἂν ἀπογνοίη τις ἐντεῦθεν ἠμαθόεντα ὠνομάσθαι τὸν Πύλον. [p. 490] [15]

πρὸς ἄρκτον δ᾽ ὅμορα ἦν τῷ Πύλῳ δύο πολείδια Τριφυλιακὰ Ὕπανα καὶ Τυμπανέαι, ὧν τὸ μὲν εἰς Ἦλιν συνῳκίσθη τὸ δ᾽ ἔμεινε. καὶ ποταμοὶ δὲ δύο ἐγγὺς ῥέουσιν τε Δαλίων καὶ Ἀχέρων, ἐμβάλλοντες εἰς τὸν Ἀλφειόν. δὲ Ἀχέρων κατὰ τὴν πρὸς τὸν Ἅιδην οἰκειότητα ὠνόμασται: ἐκτετίμηται γὰρ δὴ σφόδρα τά τε τῆς Δήμητρος καὶ τῆς κόρης ἱερὰ ἐνταῦθα καὶ τὰ τοῦ Ἅιδου, τάχα διὰ τὰς ὑπεναντιότητας, ὥς φησιν Σκήψιος Δημήτριος. καὶ γὰρ εὔκαρπός ἐστι καὶ ἐρυσίβην γεννᾷ καὶ θρύον Τριφυλία: διόπερ ἀντὶ μεγάλης φορᾶς πυκνὰς ἀφορίας γίνεσθαι συμβαίνει κατὰ τοὺς τόπους. [16]

τοῦ δὲ Πύλου πρὸς νότον ἐστὶ τὸ Λέπρειον. ἦν δὲ καὶ αὕτη πόλις ὑπὲρ τῆς θαλάττης ἐν τετταράκοντα σταδίοις: μεταξὺ δὲ τοῦ Λεπρείου καὶ τοῦ Ἀννίου τὸ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος ἔστιν, ἑκατὸν σταδίους ἑκατέρου διέχον. τοῦτο δ᾽ ἐστὶ τὸ ἱερὸν ἐν καταληφθῆναί φησιν ποιητὴς ὑπὸ Τηλεμάχου τὴν θυσίαν συντελοῦντας τοὺς Πυλίουςοἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
ἷξον: τοὶ δ᾽ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
ταύρους παμμέλανας, Ἐνοσίχθονι κυανοχαίτῃ.
32πάρεστι μὲν γὰρ τῷ ποιητῇ καὶ πλάττειν τὰ μὴ ὄντα, ὅταν δ᾽ δυνατόν, ἐφαρμόττειν τοῖς οὖσι τὰ ἔπη καὶ σώζειν τὴν διήγησιν. τὸ δ᾽ ἀπέχεσθαι προσῆκε μᾶλλον. χώραν δ᾽ εἶχον εὐδαίμονα οἱ Λεπρεᾶται: τούτοις δ᾽ ὅμοροι Κυπαρισσιεῖς. ἄμφω δὲ τὰ χωρία ταῦτα Καύκωνες κατεῖχον, καὶ τὸν Μάκιστον δέ, ὅν τινες Πλατανιστοῦντα καλοῦσιν. ὁμώνυμον τῇ χώρᾳ δ᾽ ἐστὶ τὸ πόλισμα. φασὶ δ᾽ ἐν τῇ Λεπρεάτιδι καὶ Καύκωνος εἶναι μνῆμα, εἴτ᾽ ἀρχηγέτου τινὸς εἴτ᾽ ἄλλως ὁμωνύμου τῷ ἔθνει. [17]

πλείους δ᾽ εἰσὶ λόγοι περὶ τῶν Καυκώνων: καὶ [p. 491] γὰρ Ἀρκαδικὸν ἔθνος φασί, καθάπερ τὸ Πελασγικόν, καὶ πλανητικὸν ἄλλως, ὥσπερ ἐκεῖνο. ἱστορεῖ γοῦν ποιητὴς καὶ τοῖς Τρωσὶν ἀφιγμένους συμμάχους, πόθεν δ᾽ οὐ λέγει: δοκοῦσι δ᾽ ἐκ Παφλαγονίας: ἐκεῖ γὰρ ὀνομάζουσι Καυκωνιάτας τινὰς Μαριανδυνοῖς ὁμόρους, οἳ καὶ αὐτοὶ Παφλαγόνες εἰσί. μνησθησόμεθα δ᾽ αὐτῶν ἐπὶ πλέον, ὅταν εἰς ἐκεῖνον περιστῇ τὸν τόπον γραφή. νυνὶ δὲ περὶ τῶν ἐν τῇ Τριφυλίᾳ Καυκώνων ἔτι καὶ ταῦτα προσιστορητέον. οἱ μὲν γὰρ καὶ ὅλην τὴν νῦν Ἠλείαν ἀπὸ τῆς Μεσσηνίας μέχρι Δύμης Καυκωνίαν λεχθῆναί φασιν: Ἀντίμαχος γοῦν καὶ Ἐπειοὺς καὶ Καύκωνας ἅπαντας προσαγορεύει. τινὲς δὲ ὅλην μὲν μὴ κατασχεῖν αὐτούς, δίχα δὲ μεμερισμένους οἰκεῖν, τοὺς μὲν πρὸς τῇ Μεσσηνίᾳ κατὰ τὴν Τριφυλίαν τοὺς δὲ πρὸς τῇ Δύμῃ κατὰ τὴν Βουπρασίδα καὶ τὴν κοίλην Ἦλιν: Ἀριστοτέλης δ᾽ ἐνταῦθα μάλιστα οἶδεν ἱδρυμένους αὐτούς. καὶ δὴ τοῖς ὑφ᾽ Ὁμήρου λεγομένοις ὁμολογεῖ μᾶλλον ὑστάτη ἀπόφασις, τό τε ζητούμενον πρότερον λαμβάνει λύσιν. μὲν γὰρ Νέστωρ ὑπόκειται τὸν Τριφυλιακὸν οἰκῶν Πύλον, τά τε πρὸς νότον καὶ τὰ ἑωθινάταῦτα δ᾽ ἐστὶ τὰ συγκυροῦντα πρὸς τὴν Μεσσηνίαν καὶ τὴν Λακωνικήνὑπ᾽ ἐκείνῳ ἐστίν, ἔχουσι δ᾽ οἱ Καύκωνες, ὥστε τοῖς ἀπὸ τοῦ Πύλου βαδίζουσιν εἰς Λακεδαίμονα ἀνάγκη διὰ Καυκώνων εἶναι τὴν ὁδόν. τὸ δὲ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος καὶ κατ᾽ αὐτὸ ὅρμος, εἰς ὃν κατήχθη Τηλέμαχος, πρὸς δύσιν καὶ πρὸς ἄρκτον ἀπονεύει. εἰ μὲν τοίνυν οἱ Καύκωνες ἐνταῦθα μόνον οἰκοῦσιν, οὐ σώζεται τῷ ποιητῇ λόγος. κελεύει γὰρ μὲν Ἀθηνᾶ κατὰ τὸν Σωτάδην τῷ Νέστορι, τὸν μὲν Τηλέμαχον εἰς τὴν Λακεδαίμονα πέμψαι σὺν δίφρῳ τε καὶ υἱέι εἰς τὰ πρὸς ἕω μέρη: αὐτὴ δ᾽ ἐπὶ ναῦν [p. 492] βαδιεῖσθαι νυκτερεύσουσα φησιν ἐπὶ τὴν δύσιν καὶ εἰς τοὐπίσω, “ ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
33 πορεύσεσθαι ἐπὶ τὸ χρέος πάλιν εἰς τοὔμπροσθεν. τίς οὖν τρόπος; παρῆν γὰρ τῷ Νέστορι λέγειν ἀλλ᾽ οἵ γε Καύκωνες ὑπ᾽ ἐμοί εἰσι καὶ πρὸ ὁδοῦ τοῖς εἰς Λακεδαίμονα βαδίζουσιν: ὥστε τί οὐ συνοδεύεις τοῖς περὶ Τηλέμαχον, ἀλλ᾽ ἀναχωρεῖς εἰς τοὐπίσω; ἅμα δ᾽ οἰκεῖον ἦν τῷ βαδίζοντι ἐπὶ χρέους κομιδὴν οὐκ ὀλίγου, ὥς φησι, πρὸς ἀνθρώπους ὑπὸ τῷ Νέστορι ὄντας, αἰτήσασθαί τινα παρ᾽ αὐτοῦ βοήθειαν, εἴ τι ἀγνωμονοῖτοὥσπερ εἴωθεπερὶ τὸ συμβόλαιον: οὐ γέγονε δὲ τοῦτο. εἰ μὲν τοίνυν ἐνταῦθα μόνον οἰκοῖεν οἱ Καύκωνες, ταῦτ᾽ ἂν συμβαίνοι τὰ ἄτοπα: μεμερισμένων δὲ τινῶν καὶ εἰς τοὺς πρὸς Δύμῃ τόπους τῆς Ἠλείας, ἐκεῖσε ἂν εἴη λέγουσα τὴν ἔφοδον Ἀθηνᾶ, καὶ οὐκ ἂν ἔτι οὔθ᾽ εἰς τὴν ναῦν κατάβασις ἔχοι τι ἀπεμφαῖνον οὔθ᾽ τῆς συνοδίας ἀποσπασμός, εἰς τἀναντία τῆς ὁδοῦ οὔσης. παραπλησίως δ᾽ ἂν καὶ τὰ περὶ τοῦ Πύλου διαπορούμενα τύχοι τῆς προσηκούσης διαίτης ἐπελθοῦσι μικρὸν ἔτι τῆς χωρογραφίας μέχρι τοῦ Πύλου τοῦ Μεσσηνιακοῦ. [18]

ἐλέγοντο δὲ Παρωρεᾶται τινὲς τῶν ἐν τῇ Τριφυλίᾳ κατέχοντες ὄρη περὶ τὸ Λέπρειον καὶ τὸ Μάκιστον καθήκοντα ἐπὶ θάλατταν πλησίον τοῦ Σαμιακοῦ ποσειδίου. [19]

ὑπὸ τούτοις ἐστὶν ἐν τῇ παραλίᾳ δύο ἄντρα, τὸ μὲν νυμφῶν Ἀνιγριάδων τὸ δὲ ἐν τὰ περὶ τὰς Ἀτλαντίδας καὶ τὴν Δαρδάνου γένεσιν. ἐνταῦθα δὲ καὶ τὰ ἄλση τό τε Ἰωναῖον καὶ τὸ Εὐρυκύδειον. τὸ μὲν οὖν Σαμικὸν ἔστιν ἔρυμα, πρότερον δὲ καὶ πόλις Σάμος προσαγορευομένη διὰ τὸ ὕψος ἴσως, ἐπειδὴ Σάμους ἐκάλουν τὰ ὕψη: τάχα δὲ τῆς Ἀρήνης ἀκρόπολις [p. 493] ἦν τοῦτο, ἧς ἐν τῷ καταλόγῳ μέμνηται ποιητήςοἳ δὲ Πύλον τ᾽ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν.
34οὐδαμοῦ γὰρ σαφῶς εὑρίσκοντες ἐνταῦθα μάλιστα εἰκάζουσι τὴν Ἀρήνην, ὅπου καὶ παρακείμενος Ἄνιγρος ποταμός, καλούμενος πρότερον Μινύειος, δίδωσιν οὐ μικρὸν σημεῖον: λέγει γὰρ ποιητήςἔστι δέ τις ποταμὸς Μινυήιος εἰς ἅλα βάλλων
ἐγγύθεν Ἀρήνης.
35 πρὸς γὰρ δὴ τῷ ἄντρῳ τῶν Ἀνιγριάδων νυμφῶν ἐστι πηγή, ὑφ᾽ ἧς ἕλειον καὶ τιφῶδες τὸ ὑποπῖπτον γίνεται χωρίον: ὑποδέχεται δὲ τὸ πλεῖστον τοῦ ὕδατος Ἄνιγρος βαθὺς καὶ ὕπτιος ὢν ὥστε λιμνάζειν: θινώδης δ᾽ ὢν τόπος ἐξ εἴκοσι σταδίων βαρεῖαν ὀσμὴν παρέχει καὶ τοὺς ἰχθῦς ἀβρώτους ποιεῖ. μυθεύουσι δ᾽ οἱ μὲν ἀπὸ τοῦ τῶν τετρωμένων Κενταύρων τινὰς ἐνταῦθ᾽ ἀπονίψασθαι τὸν ἐκ τῆς Ὕδρας ἰόν, οἱ δ᾽ ἀπὸ τοῦ Μελάμποδα τοῖς ὕδασι τούτοις καθαρσίοις χρήσασθαι πρὸς τὸν τῶν Προιτίδων καθαρμόν: ἀλφοὺς δὲ καὶ λεύκας καὶ λειχῆνας ἰᾶται τὸ ἐντεῦθεν λουτρόν. φασὶ δὲ καὶ τὸν Ἀλφειὸν ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας οὕτως ὠνομάσθαι. ἐπεὶ οὖν τε ὑπτιότης τοῦ Ἀνίγρου καὶ αἱ ἀνακοπαὶ τῆς θαλάττης μονὴν μᾶλλον ῥύσιν παρέχουσι τοῖς ὕδασι, Μινυήιόν φασιν εἰρῆσθαι πρότερον, παρατρέψαι δέ τινας τοὔνομα καὶ ἀντ᾽ αὐτοῦ ποιῆσαι Μινυήιον. ἔχει δ᾽ ἐτυμότης καὶ ἄλλας ἀφορμάς, εἴτ᾽ ἀπὸ τῶν μετὰ Χλωρίδος τῆς Νέστορος μητρὸς ἐλθόντων ἐξ Ὀρχομενοῦ τοῦ Μινυείου, εἴτε Μινυῶν, οἳ τῶν Ἀργοναυτῶν ἀπόγονοι ὄντες ἐκ Λήμνου μὲν εἰς Λακεδαίμονα ἐξέπεσον ἐντεῦθεν δ᾽ εἰς τὴν Τριφυλίαν, καὶ ᾤκησαν περὶ τὴν Ἀρήνην ἐν τῇ χώρᾳ τῇ νῦν Αἰπασίᾳ καλουμένῃ, οὐκ ἐχούσῃ οὐκέτι τὰ τῶν Μινυῶν κτίσματα: ὧν τινὲς μετὰ Θήρα τοῦ Αὐτεσίωνοςἦν δ᾽ οὗτος Πολυνείκους ἀπόγονοςπλεύσαντες [p. 494] εἰς τὴν μεταξὺ Κυρηναίας καὶ τῆς Κρήτης νῆσονκαλλίστην τὸ πάροιθε, τὸ δ᾽ ὕστερον οὔνομα Θήρην,
36 ὥς φησι Καλλίμαχος, ἔκτισαν τὴν μητρόπολιν τῆς Κυρήνης Θήραν, ὁμώνυμον δ᾽ ἀπέδειξαν τῇ πόλει καὶ τὴν νῆσον. [20]

μεταξὺ δὲ τοῦ Ἀνίγρου καὶ τοῦ ὄρους, ἐξ οὗ ῥεῖ, τοῦ Ἰαρδάνου λειμὼν δείκνυται καὶ τάφος: καὶ Ἀχαιαὶ εἰσὶ δὲ πέτραι ἀπότομοι τοῦ αὐτοῦ ὄρους, ὑπὲρ ὧν Σάμος, ὡς ἔφαμεν, γέγονε πόλις: οὐ πάνυ δὲ ὑπὸ τῶν τοὺς περίπλους γραψάντων Σάμος μνημονεύεται, τάχα μέν γε διὰ τὸ πάλαι κατεσπάσθαι, τάχα δὲ καὶ διὰ τὴν θέσιν. τὸ μὲν γὰρ ποσείδιον ἔστιν ἄλσος, ὡς εἴρηται, πρὸς τῇ θαλάττῃ: ὑπέρκειται δ᾽ αὐτοῦ λόφος ὑψηλὸς ἐπίπροσθεν ὢν τοῦ νῦν Σαμικοῦ ἐφ᾽ οὗ ἦν Σάμος, ὥστ᾽ ἐκ θαλάττης μὴ ὁρᾶσθαι. καὶ πεδίον δ᾽ αὐτόθι καλεῖται Σαμικόν: ἐξ οὗ πλέον ἄν τις τεκμαίροιτο ὑπάρξαι ποτὲ πόλιν τὴν Σάμον. καὶ Ῥαδίνη δὲ37 ἣν Στησίχορος ποιῆσαι δοκεῖἧς ἀρχήἄγε Μοῦσα λίγει᾽, ἄρξον ἀοιδᾶς, Ἐρατώ, νόμους
Σαμίων περὶ παίδων ἐρατᾷ φθεγγομένα λύρᾳ
38 ἐντεῦθεν λέγει τοὺς παῖδας. ἐκδοθεῖσαν γὰρ τὴν Ῥαδίνην εἰς Κόρινθον τυράννῳ φησὶν ἐκ τῆς Σάμου πλεῦσαι πνέοντος ζεφύρου, οὐ δήπουθεν τῆς Ἰωνικῆς Σάμου: τῷ δ᾽ αὐτῷ ἀνέμῳ καὶ ἀρχιθέωρον εἰς Δελφοὺς τὸν ἀδελφὸν αὐτῆς ἐλθεῖν καὶ τὸν ἀνεψιὸν ἐρῶντα αὐτῆς ἅρματι εἰς Κόρινθον ἐξορμῆσαι παρ᾽ αὐτήν: τε τύραννος κτείνας ἀμφοτέρους ἅρματι ἀποπέμπει τὰ σώματα, μεταγνοὺς δ᾽ ἀνακαλεῖ καὶ θάπτει. [21]

ἀπὸ δὲ τοῦ Πύλου τούτου καὶ τοῦ Λεπρείου τετρακοσίων που σταδίων ἐστὶ διάστημα ἐπὶ τὴν [p. 495] Μεσσηνιακὴν Πύλον καὶ τὸ Κορυφάσιον ἐπὶ θαλάττῃ κείμενα φρούρια, καὶ τὴν παρακειμένην Σφαγίαν νῆσον, ἀπὸ δὲ Ἀλφειοῦ ἑπτακοσίων πεντήκοντα, ἀπὸ δὲ τοῦ Χελωνάτα χιλίων τριάκοντα. ἐν δὲ τῷ μεταξὺ τό τε τοῦ Μακιστίου Ἡρακλέους ἱερόν ἐστι καὶ Ἀκίδων ποταμός. ῥεῖ δὲ παρὰ τάφον Ἰαρδάνου καὶ Χάαν πόλιν ποτὲ ὑπάρξασαν πλησίον Λεπρείου, ὅπου καὶ τὸ πεδίον τὸ Αἰπάσιον. περὶ ταύτης δὲ τῆς Χάας γενέσθαι φασὶν ἔνιοι τὸν πόλεμον τοῖς Ἀρκάσι πρὸς τοὺς Πυλίους, ὃν ἔφρασεν Ὅμηρος, καὶ δεῖν οἴονται γράφεινἡβῷμ᾽, ὡς ὅτ᾽ ἐπ᾽ ὠκυρόῳ Ἀκίδοντι μάχοντο
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες
Χάας πὰρ τείχεσσιν,
Hom. Il. 7.133οὐ Κελάδοντι, οὐδὲ Φειᾶς: τῷ γὰρ τάφῳ τοῦ Ἰαρδάνου τοῦτον πλησιάζειν καὶ τοῖς Ἀρκάσι τὸν τόπον μᾶλλον ἐκεῖνον. [22]

Κυπαρισσία τέ ἐστιν ἐπὶ τῇ θαλάττῃ τῇ Τριφυλιακῇ καὶ Πύργοι καὶ Ἀκίδων ποταμὸς καὶ Νέδα. νυνὶ μὲν οὖν τῇ Τριφυλίᾳ πρὸς τὴν Μεσσηνίαν ὅριόν ἐστι τὸ τῆς Νέδας ῥεῦμα λάβρον ἐκ τοῦ Λυκαίου κατιὸν Ἀρκαδικοῦ ὄρους, ἐκ πηγῆς ἣν ἀναρρῆξαι τεκοῦσαν τὸν Δία μυθεύεται Ῥέαν νίπτρων χάριν. ῥεῖ δὲ παρὰ Φιγαλίαν, καθ᾽ γειτνιῶσι Πυργῖται Τριφυλίων ἔσχατοι Κυπαρισσιεῦσι πρώτοις Μεσσηνίων. τὸ δὲ παλαιὸν ἄλλως διώριστο, ὡς καὶ τινὰς τῶν πέραν τῆς Νέδας ὑπὸ τῷ Νέστορι εἶναι, τόν τε Κυπαρισσήεντα καὶ ἄλλα τινὰ ἐπέκεινα, καθάπερ καὶ τὴν θάλατταν τὴν Πυλίαν ποιητὴς ἐπεκτείνει μέχρι τῶν ἑπτὰ πόλεων ὧν ὑπέσχετο Ἀγαμέμνων τῷ Ἀχιλλεῖπᾶσαι δ᾽ ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος.
39τοῦτο γὰρ ἴσον τῷἐγγὺς ἁλὸς τῆς Πυλίας.’ [23]

ἐφεξῆς δ᾽ οὖν τῷ Κυπαρισσήεντι ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον παραπλέοντι καὶ τὸ Κορυφάσιον τε [p. 496] Ἔρανα ἔστιν, ἥν τινες οὐκ εὖ Ἀρήνην νομίζουσιν κεκλῆσθαι πρότερον ὁμωνύμως τῇ Πυλιακῇ, καὶ ἄκρα Πλαταμώδης, ἀφ᾽ ἧς ἐπὶ τὸ Κορυφάσιον καὶ τὴν νῦν καλουμένην Πύλον ἑκατόν εἰσι στάδιοι. ἔστι δὲ καὶ νησίον καὶ πολίχνιον ἐν αὐτῷ ὁμώνυμον Πρωτή. οὐκ ἂν δ᾽ ἐξητάζομεν ἴσως ἐπὶ τοσοῦτον τὰ παλαιά, ἀλλ᾽ ἤρκει λέγειν ὡς ἔχει νῦν ἕκαστα, εἰ μή τις ἦν ἐκ παίδων ἡμῖν παραδεδομένη φήμη περὶ τούτων: ἄλλων δ᾽ ἄλλα εἰπόντων ἀνάγκη διαιτᾶν. πιστεύονται δ᾽ ὡς ἐπὶ τὸ πολὺ οἱ ἐνδοξότατοί τε καὶ πρεσβύτατοι καὶ κατ᾽ ἐμπειρίαν πρῶτοι: Ὁμήρου δ᾽ εἰς ταῦτα ὑπερβεβλημένου πάντας, ἀνάγκη συνεπισκοπεῖν καὶ τὰ ὑπ᾽ ἐκείνου λεχθέντα καὶ συγκρούειν πρὸς τὰ νῦν, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἔφαμεν. [24]

περὶ μὲν οὖν τῆς κοίλης Ἤλιδος καὶ τοῦ Βουπρασίου τὰ λεχθέντα ὑφ᾽ Ὁμήρου προεπέσκεπται ἡμῖν. περὶ δὲ τῆς ὑπὸ τῷ Νέστορι οὕτω φησίνοἳ δὲ Πύλον τ᾽ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθα τε Μοῦσαι
ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς,
Οἰχαλίηθεν ἰόντα παρ᾽ Εὐρύτου Οἰχαλιῆος.
40Πύλος μὲν οὖν ἔστι περὶ ἧς ζήτησις: αὐτίκα δ᾽ ἐπισκεψόμεθα περὶ αὐτῆς. περὶ δὲ τῆς Ἀρήνης εἴρηται: ἣν δὲ λέγει νῦν Θρύον, ἐν ἄλλοις καλεῖ Θρυόεσσανἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
τηλοῦ ἐπ᾽ Ἀλφειῷ.
41Ἀλφειοῦ δὲ πόρον φησίν, ὅτι πεζῇ περατὸς εἶναι δοκεῖ κατὰ τοῦτον τὸν τόπον: καλεῖται δὲ νῦν Ἐπιτάλιον τῆς Μακιστίας χωρίον. τὸ εὔκτιτον δ᾽ Αἶπυ ἔνιοι μὲν ζητοῦσι πότερον ποτέρου ἐπίθετον, καὶ τίς πόλις, καὶ εἰ αἱ νῦν Μαργάλαι τῆς Ἀμφιδολίας: αὗται μὲν οὖν οὐ φυσικὸν ἔρυμα, [p. 497] ἕτερον δὲ δείκνυται φυσικὸν ἐν τῇ Μακιστίᾳ. μὲν οὖν τοῦθ᾽ ὑπονοῶν φράζεσθαι ὄνομά φησι τῆς πόλεως τὸ Αἶπυ ἀπὸ τοῦ συμβεβηκότος φυσικῶς, ὡς Ἕλος καὶ Αἰγιαλὸν καὶ ἄλλα πλείω: δὲ τὴν Μαργάλαν τοὔμπαλιν ἴσως. Θρύον δὲ καὶ Θρυόεσσαν τὸ Ἐπιτάλιόν φασιν, ὅτι πᾶσα μὲν αὕτη χώρα θρυώδης, μάλιστα δ᾽ οἱ ποταμοί: ἐπὶ πλέον δὲ διαφαίνεται τοῦτο κατὰ τοὺς περατοὺς τοῦ ῥείθρου τόπους. τάχα δέ φασι Θρύον μὲν εἰρῆσθαι τὸν πόρον, εὔκτιτον δ᾽ Αἶπυ τὸ Ἐπιτάλιον: ἔστι γὰρ ἐρυμνὸν φύσει: καὶ γὰρ ἐν ἄλλοις αἰπεῖαν κολώνην λέγειἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,
τηλοῦ ἐπ᾽ Ἀλφειῷ, πυμάτη Πύλου ἠμαθόεντος.
42 [25]

δὲ Κυπαρισσήεις ἔστι μὲν περὶ τὴν πρότερον Μακιστίαν, ἡνίκα καὶ πέραν τῆς Νέδας ἔτι ἦν Μακιστία, ἀλλ᾽ οὐκ οἰκεῖται, ὡς οὐδὲ τὸ Μάκιστον: ἄλλη δ᾽ ἐστὶν Μεσσηνιακὴ Κυπαρισσία, ὁμώνυμος μὲν οὔ, ὁμοίως δὲ νῦν κἀκείνη λέγεται Κυπαρισσία ἑνικῶς τε καὶ θηλυκῶς, δὲ ποταμὸς Κυπαρισσήεις. καὶ Ἀμφιγένεια δὲ τῆς Μακιστίας ἐστὶ περὶ τὸν Ὑψόεντα, ὅπου τὸ τῆς Λητοῦς ἱερόν. τὸ δὲ Πτελεὸν κτίσμα μὲν γέγονε τῶν ἐκ Πτελεοῦ τοῦ Θετταλικοῦ ἐποικησάντων: λέγεται γὰρ κἀκεῖἀγχίαλόν τ᾽ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην.
43ἔστι δὲ δρυμῶδες χωρίον ἀοίκητον, Πτελεάσιον καλούμενον. ἕλος δ᾽ οἱ μὲν περὶ τὸν Ἀλφειὸν χώραν τινά φασιν, οἱ δὲ καὶ πόλιν, ὡς τὴν Λακωνικήνἕλος τ᾽ ἔφαλον πτολίεθρον.
44οἱ δὲ περὶ τὸ Ἀλώριον ἕλος, οὗ τὸ τῆς Ἑλείας Ἀρτέμιδος ἱερὸν τῆς ὑπὸ τοῖς Ἀρκάσιν: ἐκεῖνοι γὰρ ἔσχον τὴν ἱερωσύνην. Δώριον δ᾽ οἱ μὲν ὄρος, οἱ δὲ πεδίον, οἱ δὲ πολίδιον φασίν: οὐδὲν δὲ νῦν δείκνυται: ὅμως δ᾽ ἔνιοι τὴν νῦν Ὄλουριν Ὄλουραν ἐν τῷ καλουμένῳ αὐλῶνι τῆς [p. 498] Μεσσηνίας κειμένην Δώριον λέγουσιν. αὐτοῦ δέ που καὶ Οἰχαλία ἐστὶν τοῦ Εὐρύτου νῦν Ἀνδανία, πολίχνιον Ἀρκαδικὸν ὁμώνυμον τῷ Θετταλικῷ καὶ τῷ Εὐβοϊκῷ: ὅθεν φησὶν ποιητὴς ἐς τὸ Δώριον ἀφικόμενον Θάμυριν τὸν Θρᾷκα ὑπὸ Μουσῶν ἀφαιρεθῆναι τὴν μουσικήν. [26]

ἐκ δὴ τούτων δῆλον ὡς ἐφ᾽ ἑκάτερα τοῦ Ἀλφειοῦ ὑπὸ Νέστορι χώρα ἐστίν, ἣν πᾶσαν ὀνομάζει Πυλίων γῆν: οὐδαμοῦ δὲ Ἀλφειὸς οὔτε τῆς Μεσσηνίας ἐφάπτεται οὔτε τῆς κοίλης Ἤλιδος. ἐν ταύτῃ γὰρ τῇ χώρᾳ ἐστὶν πατρὶς τοῦ Νέστορος, ἥν φαμεν Τριφυλιακὸν Πύλον καὶ Ἀρκαδικὸν καὶ Λεπρεατικόν. καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι Πύλοι ἐπὶ θαλάττῃ δείκνυνται, οὗτος δὲ πλείους τριάκοντα σταδίους ὑπὲρ αὐτῆς, ὅπερ καὶ ἐκ τῶν ἐπῶν δῆλον. ἐπί τε γὰρ τοὺς Τηλεμάχου ἑταίρους ἄγγελος πέμπεται πρὸς τὸ πλοῖον καλῶν ἐπὶ ξενίαν, τε Τηλέμαχος κατὰ τὴν ἐκ Σπάρτης ἐπάνοδον τὸν Πεισίστρατον οὐκ ἐᾷ πρὸς τὴν πόλιν ἐλαύνειν, ἀλλὰ παρατρέψαντα ἐπὶ τὴν ναῦν σπεύδειν, ὡς οὐ τὴν αὐτὴν οὖσαν ἐπὶ τὴν πόλιν καὶ τὸν ὅρμον. τε ἀπόπλους τοῦ Τηλεμάχου οὕτως ἂν οἰκείως λέγοιτοβὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
δύετό τ᾽ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί:
δὲ Φεὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
ἠδὲ παρ᾽ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
45μέχρι μὲν δὴ δεῦρο πρὸς τὴν ἄρκτον πλοῦς, ἐντεῦθεν δ᾽ ἐπὶ τὸ πρὸς ἕω μέρος ἐπιστρέφει. παρίησι δὲ τὸν εὐθὺν πλοῦν ναῦς καὶ τὸν ἐξ ἀρχῆς καὶ τὸν εἰς Ἰθάκην διὰ τὸ τοὺς μνηστῆρας ἐκεῖ τὴν ἐνέδραν θέσθαιἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε:
46ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι.
47 θοὰς δὲ εἴρηκε τὰς ὀξείας: τῶν Ἐχινάδων δ᾽ εἰσὶν αὗται, πλησιάζουσαι τῇ ἀρχῇ τοῦ Κορινθιακοῦ κόλπου [p. 499] καὶ ταῖς ἐκβολαῖς τοῦ Ἀχελώου. παραλλάξας δὲ τὴν Ἰθάκην, ὥστε κατὰ νώτου γενέσθαι, κάμπτει πάλιν πρὸς τὸν οἰκεῖον δρόμον τὸν μεταξὺ τῆς Ἀκαρνανίας καὶ τῆς Ἰθάκης, καὶ κατὰ θάτερα μέρη τῆς νήσου ποιεῖται τὴν καταγωγήν, οὐ κατὰ τὸν πορθμὸν τὸν Κεφαλληνιακόν, ὃν ἐφρούρουν οἱ μνηστῆρες. [27]

εἰ γοῦν τὸν Ἠλιακὸν Πύλον εἶναί τις τὸν Νέστορος ἐπινοήσειεν, οὐκ ἂν οἰκείως λέγοιτο ἐντεῦθεν ἀναχθεῖσα ναῦς παρὰ Κρουνοὺς ἐνεχθῆναι καὶ Χαλκίδα μέχρι δύσεως, εἶτα Φεαῖς ἐπιβάλλειν νύκτωρ, καὶ τότε τὴν Ἠλείαν παραπλεῖν: οὗτοι γὰρ οἱ τόποι πρὸς νότον τῆς Ἠλείας εἰσί, πρῶται μὲν αἱ Φεαί, εἶθ᾽ Χαλκίς, εἶθ᾽ οἱ Κρουνοί, εἶθ᾽ Πύλος Τριφυλιακὸς καὶ τὸ Σαμικόν. τῷ μὲν οὖν πρὸς νότον πλέοντι ἐκ τοῦ Ἠλιακοῦ Πύλου οὗτος ἂν πλοῦς εἴη: τῷ δὲ πρὸς ἄρκτον, ὅπου ἐστὶν Ἰθάκη, ταῦτα μὲν πάντα ὀπίσω λείπεται, αὐτὴ δ᾽ Ἠλεία παραπλευστέα ἦν, καὶ πρὸ δύσεώς γε: δέ φησι μετὰ δύσιν. καὶ μὴν εἰ καὶ πάλιν ὑπόθοιτό τις τὸν Μεσσηνιακὸν Πύλον καὶ τὸ Κορυφάσιον ἀρχὴν τοῦ παρὰ Νέστορος πλοῦ, πολὺ ἂν εἴη τὸ διάστημα καὶ πλέονος χρόνου. αὐτὸ γοῦν τὸ ἐπὶ τὸν Τριφυλιακὸν Πύλον καὶ τὸ Σαμιακὸν ποσείδιον τετρακοσίων ἐστὶ σταδίων: καὶ παράπλους οὐ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ Φεάν, ἀδόξων ποταμῶν ὀνόματα μᾶλλον δὲ ὀχετῶν, ἀλλὰ παρὰ τὴν Νέδαν πρῶτον, εἶτ᾽ Ἀκίδωνα, εἶτα τὸν Ἀλφειὸν καὶ τόπους τούτων τοὺς μεταξύ: ὕστερον δ᾽, εἰ ἄρα, κἀκείνων ἐχρῆν μνησθῆναι: καὶ γὰρ παρ᾽ ἐκείνους ὑπῆρχεν πλοῦς. [28]

καὶ μὴν γε τοῦ Νέστορος διήγησις, ἣν διατίθεται πρὸς Πάτροκλον περὶ τοῦ γενομένου τοῖς Πυλίοις πρὸς Ἠλείους πολέμου, συνηγορεῖ τοῖς ὑφ᾽ ἡμῶν [p. 500] ἐπιχειρουμένοις, ἐὰν σκοπῇ τις τὰ ἔπη. φησὶ γὰρ ἐν αὐτοῖς, ὅτι πορθήσαντος Ἡρακλέους τὴν Πυλίαν ὥστε τὴν νεότητα ἐκλειφθῆναι πᾶσαν, δώδεκα δὴ παίδων ὄντων τῷ Νηλεῖ, μόνον αὐτῷ περιγενέσθαι τὸν Νέστορα νέον τελέως: καταφρονήσαντες δ᾽ οἱ Ἐπειοὶ τοῦ Νηλέως διὰ γῆρας καὶ ἐρημίαν ὑπερηφάνως καὶ ὑβριστικῶς ἐχρῶντο τοῖς Πυλίοις. ἀντὶ τούτων οὖν Νέστωρ συναγαγὼν τοὺς οἰκείους ὅσους οἷός τε ἦν ἐπελθεῖν φησιν ἐπὶ τὴν Ἠλείαν, καὶ περιελάσαι παμπόλλην λείανπεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια,
48τοσαῦτα δὲ καὶ αἰπόλια, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα, ὑποπώλους τὰς πλείστας. “ καὶ τὰ μὲν ἠλασάμεσθα ΠύλονφησίΝηλήιον εἴσω,
ἐννύχιοι προτὶ ἄστυ,
49ὡς μεθ᾽ ἡμέραν μὲν τῆς λεηλασίας γενομένης καὶ τῆς τροπῆς τῶν ἐκβοηθησάντων, ὅτε κτανεῖν λέγει τὸν Ἰτυμονέα, νύκτωρ δὲ τῆς ἀφόδου γενομένης ὥστ᾽ ἐννυχίους πρὸς τῷ ἄστει γενέσθαι: περὶ δὲ τὴν διανομὴν καὶ θυσίαν ὄντων οἱ Ἐπειοὶ τῇ τρίτῃ τῶν ἡμερῶν κατὰ πλῆθος ἀθροισθέντες πεζοί τε καὶ ἱππεῖς ἀντεπεξῆλθον καὶ τὸ Θρύον ἐπὶ τῷ Ἀλφειῷ κείμενον περιεστρατοπέδευσαν. αἰσθόμενοι δ᾽ εὐθὺς οἱ Πύλιοι βοηθεῖν ὥρμησαν: νυκτερεύσαντες δὲ περὶ τὸν Μινυήιον ποταμὸν ἐγγύθεν Ἀρήνης, ἐντεῦθεν ἔνδιοι πρὸς τὸν Ἀλφειὸν ἀφικνοῦνται: τοῦτο δ᾽ ἐστὶ κατὰ μεσημβρίαν: θύσαντες δὲ τοῖς θεοῖς καὶ νυκτερεύσαντες ἐπὶ τῷ ποταμῷ συμβάλλουσιν εἰς μάχην εὐθὺς ἕωθεν: λαμπρᾶς δὲ τῆς τροπῆς γενομένης οὐκ ἐπαύσαντο διώκοντές τε καὶ κτείνοντες πρὶν Βουπρασίου ἐπέβησανπέτρης τ᾽ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη
κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
50καὶ ὑποβάςαὐτὰρ Ἀχαιοὶ
[p. 501] ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ᾽ ἔχον ὠκέας ἵππους.
51 [29]

ἐκ τούτων δὴ πῶς ἂν τὸν Ἠλιακὸν Πύλον ὑπολάβοι τις τὸν Μεσσηνιακὸν λέγεσθαι; τὸν μὲν Ἠλιακόν, ὅτι τούτου πορθουμένου συνεπορθεῖτο καὶ τῶν Ἐπειῶν ὑπὸ τοῦ Ἡρακλέους: αὕτη δ᾽ ἐστὶν Ἠλεία. πῶς οὖν ἤμελλον οἱ συμπεπορθημένοι καὶ ὁμόφυλοι τοιαύτην ὑπερηφανίαν καὶ ὕβριν κτήσασθαι κατὰ τῶν συναδικηθέντων; πῶς δ᾽ ἂν τὴν οἰκείαν κατέτρεχον καὶ ἐλεηλάτουν; πῶς δ᾽ ἂν ἅμα καὶ Αὐγέας ἦρχε τῶν αὐτῶν καὶ Νηλεὺς ἐχθροὶ ὄντες ἀλλήλων; εἴγε τῷ Νηλεῖχρεῖος μέγ᾽ ὀφείλετ᾽ ἐν Ἤλιδι δίῃ,
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν,
ἐλθόντες μετ᾽ ἄεθλα: περὶ τρίποδος γὰρ ἔμελλον
θεύσεσθαι: τοὺς δ᾽ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
κάσχεθε, τὸν δ᾽ ἐλατῆρ᾽ ἀφίει.
52εἰ δ᾽ ἐνταῦθα ᾤκει Νηλεύς, ἐνταῦθα καὶ Νέστωρ ἐπῆρχε. πῶς οὖν τῶν μὲν Ἠλείων καὶ Βουπρασίωντέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ᾽ ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί, πολέες δ᾽ ἔμβαινον Ἐπειοί;
53εἰς τέτταρα δὲ καὶ χώρα διῄρητο, ὧν οὐδενὸς ἐπῆρχεν Νέστωρ, “ οἳ δὲ Πύλον τ᾽ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν
54καὶ τὰ ἑξῆς τὰ μέχρι Μεσσήνης; οἱ δὲ δὴ ἀντεπεξιόντες Ἐπειοὶ τοῖς Πυλίοις πῶς ἐπὶ τὸν Ἀλφειὸν ἐξορμῶσι καὶ τὸ Θρύον; πῶς δ᾽ ἐκεῖ τῆς μάχης γενομένης τρεφθέντες ἐπὶ Βουπρασίου φεύγουσι; πάλιν δ᾽, εἰ τὸν Μεσσηνιακὸν Πύλον ἐπόρθησεν Ἡρακλῆς, πῶς οἱ τοσοῦτον ἀφεστῶτες ὕβριζον εἰς αὐτούς, καὶ ἐν συμβολαίοις ἦσαν πολλοῖς, καὶ ταῦτ᾽ ἀπεστέρουν χρεοκοποῦντες, ὥστε διὰ ταῦτα συμβῆναι τὸν πόλεμον; πῶς δὲ ἐπὶ τὴν λεηλασίαν ἐξιὼν Νέστωρ τοσαύτην περιελάσας λείαν συῶν τε καὶ προβάτων, ὧν οὐδὲν ὠκυπορεῖν οὐδὲ μακροπορεῖν δύναται, πλειόνων χιλίων [p. 502] σταδίων ὁδὸν διήνυσεν εἰς τὴν πρὸς τῷ Κορυφασίῳ Πύλον, οἱ δὲ τρίτῳ ἤματι πάντες ἐπὶ τὴν Θρυόεσσαν καὶ τὸν ποταμὸν τὸν Ἀλφειὸν ἥκουσι πολιορκήσοντες τὸ φρούριον; πῶς δὲ ταῦτα τὰ χωρία προσήκοντα ἦν τοῖς ἐν τῇ Μεσσηνίᾳ δυναστεύουσιν ἐχόντων Καυκώνων καὶ Τριφυλίων καὶ Πισατῶν; τὰ δὲ Γέρηνα τὴν Γερηνίανἀμφοτέρως γὰρ λέγεταιτάχα μὲν ἐπίτηδες ὠνόμασάν τινες: δύναται δὲ καὶ κατὰ τύχην οὕτως ὠνομάσθαι τὸ χωρίον. τὸ δ᾽ ὅλον, τῆς Μεσσηνίας ὑπὸ Μενελάῳ τεταγμένης, ὑφ᾽ καὶ Λακωνικὴ ἐτέτακτοὡς δῆλον ἔσται καὶ ἐκ τῶν ὕστερον), καὶ τοῦ μὲν Παμισοῦ ῥέοντος διὰ ταύτης καὶ τοῦ Νέδωνος, Ἀλφειοῦ δ᾽ οὐδαμῶςὅς τ᾽ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
55ἧς ἐπῆρχεν Νέστωρ, τίς ἂν γένοιτο πιθανὸς λόγος εἰς τὴν ἀλλοτρίαν ἀρχὴν ἐκβιβάζων τὸν ἄνδρα, ἀφαιρούμενος δὲ τὰς συγκαταλεγείσας αὐτῷ πόλεις πάνθ᾽ ὑπ᾽ ἐκείνῳ ποιῶν; [30]

λοιπὸν δ᾽ ἐστὶν εἰπεῖν περὶ τῆς Ὀλυμπίας καὶ τῆς εἰς τοὺς Ἠλείους ἁπάντων μεταπτώσεως. ἔστι δ᾽ ἐν τῇ Πισάτιδι τὸ ἱερὸν σταδίους τῆς Ἤλιδος ἐλάττους τριακοσίους διέχον: πρόκειται δ᾽ ἄλσος ἀγριελαίων ἐν τὸ στάδιον: παραρρεῖ δ᾽ Ἀλφειὸς ἐκ τῆς Ἀρκαδίας ῥέων εἰς τὴν Τριφυλιακὴν θάλατταν μεταξὺ δύσεως καὶ μεσημβρίας. τὴν δ᾽ ἐπιφάνειαν ἔσχεν ἐξ ἀρχῆς μὲν διὰ τὸ μαντεῖον τοῦ Ὀλυμπίου Διός: ἐκείνου δ᾽ ἐκλειφθέντος οὐδὲν ἧττον συνέμεινεν δόξα τοῦ ἱεροῦ, καὶ τὴν αὔξησιν ὅσην ἴσμεν ἔλαβε διά τε τὴν πανήγυριν καὶ τὸν ἀγῶνα τὸν Ὀλυμπιακόν, στεφανίτην τε καὶ ἱερὸν νομισθέντα, μέγιστον τῶν πάντων. ἐκοσμήθη δ᾽ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος: ὧν ἦν καὶ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων [p. 503] τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστ᾽ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος. δείκνυνται δὲ καὶ γραφαὶ πολλαί τε καὶ θαυμασταὶ περὶ τὸ ἱερὸν ἐκείνου ἔργα. ἀπομνημονεύουσι δὲ τοῦ Φειδίου, διότι πρὸς τὸν Πάναινον εἶπε πυνθανόμενον πρὸς τί παράδειγμα μέλλοι ποιήσειν τὴν εἰκόνα τοῦ Διός, ὅτι πρὸς τὴν Ὁμήρου δι᾽ ἐπῶν ἐκτεθεῖσαν τούτων καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων:
ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
κρατὸς ἀπ᾽ ἀθανάτοιο, μέγαν δ᾽ ἐλέλιξεν Ὄλυμπον.
56 57 ἄξιοι δὲ μάλιστα τὴν αἰτίαν ἔχειν τῆς περὶ τὸ Ὀλυμπίασιν ἱερὸν μεγαλοπρεπείας τε καὶ τιμῆς Ἠλεῖοι. κατὰ μὲν γὰρ τὰ Τρωικὰ καὶ ἔτι πρὸ τούτων οὐκ ηὐτύχουν, ὑπό τε τῶν Πυλίων ταπεινωθέντες καὶ ὑφ᾽ Ἡρακλέους ὕστερον, ἡνίκα Αὐγέας [p. 504] βασιλεύων αὐτῶν κατελύθη. σημεῖον δέ: εἰς γὰρ τὴν Τροίαν ἐκεῖνοι μὲν τετταράκοντα ναῦς ἔστειλαν, Πύλιοι δὲ καὶ Νέστωρ ἐνενήκοντα. ὕστερον δὲ μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνέβη τἀναντία. Αἰτωλοὶ γὰρ συγκατελθόντες τοῖς Ἡρακλείδαις μετὰ Ὀξύλου καὶ συνοικήσαντες Ἐπειοῖς κατὰ συγγένειαν παλαιὰν ηὔξησαν τὴν κοίλην Ἦλιν καὶ τῆς τε Πισάτιδος ἀφείλοντο πολλήν, καὶ Ὀλυμπία ὑπ᾽ ἐκείνοις ἐγένετο: καὶ δὴ καὶ ἀγὼν εὕρημά ἐστιν ἐκείνων Ὀλυμπιακός, καὶ τὰς Ὀλυμπιάδας τὰς πρώτας ἐκεῖνοι συνετέλουν. ἐᾶσαι γὰρ δεῖ τὰ παλαιὰ καὶ περὶ τῆς κτίσεως τοῦ ἱεροῦ καὶ περὶ τῆς θέσεως τοῦ ἀγῶνος, τῶν μὲν ἕνα τῶν Ἰδαίων δακτύλων Ἡρακλέα λεγόντων ἀρχηγέτην τούτων, τῶν δὲ τὸν Ἀλκμήνης καὶ Διός, ὃν καὶ ἀγωνίσασθαι πρῶτον καὶ νικῆσαι: τὰ γὰρ τοιαῦτα πολλαχῶς λέγεται καὶ οὐ πάνυ πιστεύεται. ἐγγυτέρω δὲ πίστεως, ὅτι μέχρι τῆς ἕκτης καὶ εἰκοστῆς Ὀλυμπιάδος ἀπὸ τῆς πρώτης, ἐν Κόροιβος ἐνίκα στάδιον Ἠλεῖος, τὴν προστασίαν εἶχον τοῦ τε ἱεροῦ καὶ τοῦ ἀγῶνος Ἠλεῖοι. κατὰ δὲ τὰ Τρωικὰ οὐκ ἦν ἀγὼν στεφανίτης οὐκ ἔνδοξος, οὔθ᾽ οὗτος οὔτ᾽ ἄλλος οὐδεὶς τῶν νῦν ἐνδόξων: οὐδὲ μέμνηται τούτων Ὅμηρος οὐδενός, ἀλλ᾽ ἑτέρων τινῶν ἐπιταφίων. καίτοι δοκεῖ τισὶ τοῦ Ὀλυμπιακοῦ μεμνῆσθαι, ὅταν φῇ τὸν Αὐγέαν ἀποστερῆσαι τέσσαρας ἀθλοφόρους ἵππους, ἐλθόντας μετ᾽ ἄεθλα: φασὶ δὲ τοὺς Πισάτας μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου ἱεροὺς νομισθέντας τοῦ Διός. ἀλλ᾽ οὔθ᾽ Πισᾶτις ὑπὸ Αὐγέᾳ τόθ᾽ ὑπῆρχεν, ἐν ἐστι καὶ Ὀλυμπία, ἀλλ᾽ Ἠλεία μόνον, οὔτ᾽ ἐν Ἠλείᾳ συνετελέσθη Ὀλυμπιακὸς ἀγὼν οὐδ᾽ ἅπαξ, ἀλλ᾽ ἀεὶ ἐν Ὀλυμπίᾳ. δὲ νῦν παρατεθεὶς ἐν Ἤλιδι φαίνεται γενόμενος, ἐν καὶ τὸ χρέος ὠφείλετοκαὶ γὰρ τῷ χρεῖος [p. 505]μέγ᾽ ὀφείλετ᾽ ἐν Ἤλιδι δίῃ,
τέσσαρες ἀθλοφόροι ἵπποι.
58καὶ οὗτος μὲν οὐ στεφανίτηςπερὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι), ἐκεῖνος δέ. μετὰ δὲ τὴν ἕκτην καὶ εἰκοστὴν Ὀλυμπιάδα οἱ Πισᾶται τὴν οἰκείαν ἀπολαβόντες αὐτοὶ συνετέλουν, τὸν ἀγῶνα ὁρῶντες εὐδοκιμοῦντα: χρόνοις δ᾽ ὕστερον μεταπεσούσης πάλιν τῆς Πισάτιδος εἰς τοὺς Ἠλείους μετέπεσεν εἰς αὐτοὺς πάλιν καὶ ἀγωνοθεσία. συνέπραξαν δὲ καὶ οἱ Λακεδαιμόνιοι μετὰ τὴν ἐσχάτην κατάλυσιν τῶν Μεσσηνίων συμμαχήσασιν αὐτοῖς τἀναντία τῶν Νέστορος ἀπογόνων καὶ τῶν Ἀρκάδων συμπολεμησάντων τοῖς Μεσσηνίοις: καὶ ἐπὶ τοσοῦτόν γε συνέπραξαν ὥστε τὴν χώραν ἅπασαν τὴν μέχρι Μεσσήνης Ἠλείαν ῥηθῆναι καὶ διαμεῖναι μέχρι νῦν, Πισατῶν δὲ καὶ Τριφυλίων καὶ Καυκώνων μηδ᾽ ὄνομα λειφθῆναι. καὶ αὐτὸν δὲ τὸν Πύλον τὸν ἠμαθόεντα εἰς τὸ Λέπρειον συνῴκισαν, χαριζόμενοι τοῖς Λεπρεάταις κρατήσασι πολέμῳ, καὶ ἄλλας πολλὰς τῶν κατοικιῶν κατέσπασαν, ὅσας γ᾽ ἑώρων αὐτοπραγεῖν ἐθελούσας, καὶ φόρους ἐπράξαντο. [31]

Διωνομάσθη δὲ59 Πισᾶτις τὸ μὲν πρῶτον διὰ τοὺς ἡγεμόνας δυνηθέντας πλεῖστον, Οἰνόμαόν τε καὶ Πέλοπα τὸν ἐκεῖνον διαδεξάμενον καὶ τοὺς παῖδας αὐτοῦ πολλοὺς γενομένους: καὶ Σαλμωνεὺς δ᾽ ἐνταῦθα βασιλεῦσαι λέγεται: εἰς γοῦν ὀκτὼ πόλεις μεριζομένης τῆς Πισάτιδος, μία τούτων λέγεται καὶ Σαλμώνη. διὰ ταῦτά τε δὴ καὶ διὰ τὸ ἱερὸν τὸ Ὀλυμπίασι διατεθρύληται σφόδρα χώρα. δεῖ δὲ τῶν παλαιῶν ἱστοριῶν ἀκούειν οὕτως ὡς μὴ ὁμολογουμένων σφόδρα: οἱ γὰρ νεώτεροι πολλὰ καινίζουσιν, ὥστε καὶ [p. 506] τἀναντία λέγειν, οἷον τὸν μὲν Αὐγέαν τῆς Πισάτιδος ἄρξαι τὸν δ᾽ Οἰνόμαον καὶ τὸν Σαλμωνέα τῆς Ἠλείας: ἔνιοι δ᾽ εἰς ταὐτὸ συνάγουσι τὰ ἔθνη. δεῖ δὲ τοῖς ὁμολογουμένοις ὡς ἐπὶ πολὺ ἀκολουθεῖν, ἐπεὶ οὐδὲ τοὔνομα τὴν Πισᾶτιν ἐτυμολογοῦσιν ὁμοίως: οἱ μὲν γὰρ ἀπὸ Πίσης ὁμωνύμου τῇ κρήνῃ πόλεως, τὴν δὲ κρήνην Πῖσαν εἰρῆσθαι, οἷον πίστραν, ὅπερ ἐστὶ ποτίστρα: τὴν δὲ πόλιν ἱδρυμένην ἐφ᾽ ὕψους δεικνύουσι μεταξὺ δυεῖν ὀροῖν, Ὄσσης καὶ Ὀλύμπου, ὁμωνύμων τοῖς ἐν Θετταλίᾳ. τινὲς δὲ πόλιν μὲν οὐδεμίαν γεγονέναι Πῖσαν φασίνεἶναι γὰρ ἂν μίαν τῶν ὀκτώ), κρήνην δὲ μόνην, ἣν νῦν καλεῖσθαι Βῖσαν, Κικυσίου πλησίον πόλεως μεγίστης τῶν ὀκτώ: Στησίχορον δὲ καλεῖν πόλιν τὴν χώραν Πῖσαν λεγομένην, ὡς ποιητὴς τὴν Λέσβον Μάκαρος πόλιν. Εὐριπίδης δ᾽ ἐν ἼωνιΕὔβοι᾽ Ἀθήναις ἐστί τις γείτων πόλις
60καὶ ἐν Ῥαδαμάνθυιοἳ γῆν ἔχουσ᾽ Εὐβοΐδα πρόσχωρον πόλιν:
61 Σοφοκλῆς δ᾽ ἐν ΜυσοῖςἈσία μὲν σύμπασα κλῄζεται, ξένε,
πόλις δὲ Μυσῶν Μυσία προσήγορος.
62 [32]

δὲ Σαλμώνη πλησίον ἐστὶ τῆς ὁμωνύμου κρήνης ἐξ ἧς ῥεῖ Ἐνιπεύς: ἐμβάλλει δ᾽ εἰς τὸν Ἀλφειόν63. τούτου δ᾽ ἐρασθῆναι τὴν Τυρώ φασιν ποταμοῦ ἠράσσατ᾽ Ἐνιπῆος θείοιο.
64 ἐνταῦθα γὰρ βασιλεῦσαι τὸν πατέρα αὐτῆς τὸν Σαλμωνέα, καθάπερ καὶ Εὐριπίδης ἐν Αἰόλῳ φησί65. ἐγγὺς δὲ τῆς Σαλμώνης Ἡράκλεια, καὶ αὕτη μία τῶν ὀκτώ, διέχουσα περὶ τετταράκοντα σταδίους τῆς Ὀλυμπίας, κειμένη δὲ παρὰ τὸν Κυθήριον ποταμόν, οὗ τὸ τῶν Ἰωνιάδων νυμφῶν ἱερὸν τῶν πεπιστευμένων θεραπεύειν νόσους τοῖς [p. 507] ὕδασι. παρὰ δὲ τὴν Ὀλυμπίαν ἐστὶ καὶ Ἄρπινα, καὶ αὕτη τῶν ὀκτώ, δι᾽ ἧς ῥεῖ ποταμὸς Παρθενίας ὡς εἰς Ἡραίαν ἰόντων66: αὐτοῦ δ᾽ ἔστι καὶ τὸ Κικύσιον τῶν ὀκτὼ καὶ τὸ Δυσπόντιον κατὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν ἐν πεδίῳ κείμενον: ἐξελείφθη δέ, καὶ ἀπῆραν οἱ πλείους εἰς Ἐπίδαμνον καὶ Ἀπολλωνίαν: καὶ Φολόη δ᾽ ὑπέρκειται τῆς Ὀλυμπίας ἐγγυτάτω, ὄρος Ἀρκαδικόν, ὥστε τὰς ὑπωρείας τῆς Πισάτιδος εἶναι. καὶ πᾶσα δ᾽ Πισᾶτις καὶ τῆς Τριφυλίας τὰ πλεῖστα ὁμορεῖ τῇ Ἀρκαδίᾳ: διὰ δὲ τοῦτο καὶ Ἀρκαδικὰ εἶναι δοκεῖ τὰ πλεῖστα τῶν Πυλιακῶν ἐν καταλόγῳ φραζομένων χωρίων: οὐ μέντοι φασὶν οἱ ἔμπειροι: τὸν γὰρ Ἐρύμανθον εἶναι τὸν ὁρίζοντα τὴν Ἀρκαδίαν τῶν εἰς Ἀλφειὸν ἐμπιπτόντων ποταμῶν, ἔξω δ᾽ ἐκείνου τὰ χωρία ἱδρῦσθαι ταῦτα. [33]

Ἔφορος δέ φησιν Αἰτωλὸν ἐκπεσόντα ὑπὸ Σαλμωνέως τοῦ βασιλέως Ἐπειῶν τε καὶ Πισατῶν ἐκ τῆς Ἠλείας εἰς τὴν Αἰτωλίαν, ὀνομάσαι τε ἀφ᾽ αὑτοῦ τὴν χώραν καὶ συνοικίσαι τὰς αὐτόθι πόλεις: τούτου δ᾽ ἀπόγονον ὑπάρξαντα Ὄξυλον φίλον τοῖς περὶ Τήμενον Ἡρακλείδαις ἡγήσασθαί τε τὴν ὁδὸν κατιοῦσιν εἰς τὴν Πελοπόννησον καὶ μερίσαι τὴν πολεμίαν αὐτοῖς χώραν καὶ τἆλλα ὑποθέσθαι τὰ περὶ τὴν κατάκτησιν τῆς χώρας, ἀντὶ δὲ τούτων λαβεῖν χάριν τὴν εἰς τὴν Ἠλείαν κάθοδον, προγονικὴν οὖσαν, κατελθεῖν δὲ ἀθροίσαντα στρατιὰν ἐκ τῆς Αἰτωλίας ἐπὶ τοὺς κατέχοντας Ἐπειοὺς τὴν Ἦλιν: ἀπαντησάντων δὲ τῶν Ἐπειῶν μεθ᾽ ὅπλων, ἐπειδὴ ἀντίπαλοι ἦσαν αἱ δυνάμεις, εἰς μονομαχίαν προελθεῖν κατὰ ἔθος τι παλαιὸν [p. 508] τῶν Ἑλλήνων Πυραίχμην Αἰτωλὸν Δέγμενόν τ᾽ Ἐπειόν, τὸν μὲν Δέγμενον μετὰ τόξου ψιλόν, ὡς περιεσόμενον ῥᾳδίως ὁπλίτου διὰ τῆς ἑκηβολίας, τὸν δὲ μετὰ σφενδόνης καὶ πήρας λίθων, ἐπειδὴ κατέμαθε τὸν δόλον: τυχεῖν δὲ νεωστὶ ὑπὸ τῶν Αἰτωλῶν εὑρημένον τὸ τῆς σφενδόνης εἶδος: μακροβολωτέρας δ᾽ οὔσης τῆς σφενδόνης πεσεῖν τὸν Δέγμενον, καὶ κατασχεῖν τοὺς Αἰτωλοὺς τὴν γῆν ἐκβαλόντας τοὺς Ἐπειούς: παραλαβεῖν δὲ καὶ τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ τοῦ Ὀλυμπίασιν, ἣν εἶχον οἱ Ἀχαιοί: διὰ δὲ τὴν τοῦ Ὀξύλου φιλίαν πρὸς τοὺς Ἡρακλείδας συνομολογηθῆναι ῥᾳδίως ἐκ πάντων μεθ᾽ ὅρκου τὴν Ἠλείαν ἱερὰν εἶναι τοῦ Διός, τὸν δ᾽ ἐπιόντα ἐπὶ τὴν χώραν ταύτην μεθ᾽ ὅπλων ἐναγῆ εἶναι, ὡς δ᾽ αὕτως ἐναγῆ καὶ τὸν μὴ ἐπαμύνοντα εἰς δύναμιν: ἐκ δὲ τούτου καὶ τοὺς κτίσαντας τὴν Ἠλείων πόλιν ὕστερον ἀτείχιστον ἐᾶσαι, καὶ τοὺς δι᾽ αὐτῆς τῆς χώρας ἰόντας στρατοπέδῳ τὰ ὅπλα παραδόντας ἀπολαμβάνειν μετὰ τὴν ἐκ τῶν ὅρων ἔκβασιν: Ἴφιτόν τε θεῖναι τὸν Ὀλυμπικὸν ἀγῶνα, ἱερῶν ὄντων τῶν Ἠλείων. ἐκ δὴ τῶν τοιούτων αὔξησιν λαβεῖν τοὺς ἀνθρώπους: τῶν γὰρ ἄλλων πολεμούντων ἀεὶ πρὸς ἀλλήλους, μόνοις ὑπάρξαι πολλὴν εἰρήνην, οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ξένοις, ὥστε καὶ εὐανδρῆσαι μάλιστα πάντων παρὰ τοῦτο. Φείδωνα δὲ τὸν Ἀργεῖον, δέκατον μὲν ὄντα ἀπὸ Τημένου, δυνάμει δ᾽ ὑπερβεβλημένον τοὺς κατ᾽ αὐτόν, ἀφ᾽ ἧς τήν τε λῆξιν ὅλην ἀνέλαβε τὴν Τημένου διεσπασμένην εἰς πλείω μέρη, καὶ μέτρα ἐξεῦρε τὰ Φειδώνια καλούμενα καὶ σταθμοὺς καὶ νόμισμα κεχαραγμένον τό τε ἄλλο καὶ τὸ ἀργυροῦν, πρὸς τούτοις ἐπιθέσθαι καὶ ταῖς ὑφ᾽ Ἡρακλέους αἱρεθείσαις πόλεσι, καὶ τοὺς ἀγῶνας ἀξιοῦν τιθέναι αὐτόν, οὓς ἐκεῖνος ἔθηκε: τούτων δὲ εἶναι καὶ [p. 509] τὸν Ὀλυμπικόν: καὶ δὴ βιασάμενον ἐπελθόντα θεῖναι αὐτόν, οὔτε τῶν Ἠλείων ἐχόντων ὅπλα ὥστε κωλύειν διὰ τὴν εἰρήνην τῶν τε ἄλλων κρατουμένων τῇ δυναστείᾳ: οὐ μὴν τούς γε Ἠλείους ἀναγράψαι τὴν θέσιν ταύτην, ἀλλὰ καὶ ὅπλα κτήσασθαι διὰ τοῦτο καὶ ἀρξαμένους ἐπικουρεῖν σφίσιν αὐτοῖς: συμπράττειν δὲ καὶ Λακεδαιμονίους, εἴτε φθονήσαντας τῇ διὰ τὴν εἰρήνην εὐτυχίᾳ εἴτε καὶ συνεργοὺς ἕξειν νομίσαντας πρὸς τὸ καταλῦσαι τὸν Φείδωνα, ἀφῃρημένον αὐτοὺς τὴν ἡγεμονίαν τῶν Πελοποννησίων, ἣν ἐκεῖνοι προεκέκτηντο: καὶ δὴ καὶ συγκαταλῦσαι τὸν Φείδωνα: τοὺς δὲ συγκατασκευάσαι τοῖς Ἠλείοις τήν τε Πισᾶτιν καὶ τὴν Τριφυλίαν. δὲ παράπλους ἅπας τῆς νῦν Ἠλείας μὴ κατακολπίζοντι χιλίων ὁμοῦ καὶ διακοσίων ἐστὶ σταδίων. ταῦτα μὲν περὶ τῆς Ἠλείας.

1 Hom. Od. 15.298

2 Hom. Il. 5.545

3 Hom. Od. 3.4

4 Hom. Il. 2.659

5 Hom. Il. 15.530

6 Hom. Od. 1.261

7 Hom. Od. 2.238

8 Hom. Il. 11.738

9 Hom. Il. 24.78

10 Hom. Il. 2.659

11 Hom. Il 2.730

12 Hom. Il. 2.595

13 post ἀοιδῆς: φησὶ γάρΟἰχαλίηθεν ἰόντα παρ᾽ Εὐρύτου Οἰχαλιῆος
Hom. Il. 2.596

14 Anon.

15 Hom. Il. 2.615

16 post Βουπρασίῳ: τὸ δὲ Βουπράσιον εἶναί τινα χώραν τῆς Ἠλείας. κατοικίαν οὐκ ἔχουσαν ὁμώνυμον: νυνὶ φαίνεται τῆς Ἤλιδος ὂν μέρος καὶ τοῦτο.

17 Hom. Il. 23.630

18 Hom. Od. 1.344

19 Hom. Od. 11.496

20 Hom. Il. 9.529

21 Hom. Il. 2.625

22 Hipponax Fr. 82 (Bergk)

23 Alcman Fr. 21 (Bergk)

24 Hom. Il. 11.756

25 post Καύκων: θηλυκῶς

26 ante μὴ: ὡς

27 Hes. Fr. 74

28 post οὐκ εὖ: περὶ δὲ τῶν Καυκώνων ζητοῦσι, φησίν, ὅτι τῆς Ἀθηνᾶς τῆς τῷ Μέντορι ὡμοιωμένης ἐν τῇ Ὀδυσσείᾳ εἰπούσης πρὸς τὸν Νέστορα,ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
εἶμ᾽ ἔνθα χρεῖός μοι ὀφείλεται, οὔ τι νέον γε
οὐδ᾽ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
πέμψον σὺν δίφρῳ τε καὶ υἱέι: δὸς δέ οἱ ἵππους,
Hom. Od. 3.366 δοκεῖ σημαίνεσθαι χώρα τις ἐν τῇ τῶν Ἐπειῶν, ἣν οἱ Καύκωνες εἶχον, ἕτεροι ὄντες τῶν ἐν τῇ Τριφυλίᾳ, ἐπεκτείνοντες καὶ μέχρι τῆς Δυμαίας τυχόν.

29 Hom. Il. 11.698

30 Hom. Il. 7.135

31 post ἐπῶν: τῶν Ὁμήρου

32 Hom. Od. 3.4

33 Hom. Od. 3.366

34 Hom. Il. 2.591

35 Hom. Il. 11.722

36 Callimachus Fr. 112 (Schneider)

37 ante ἣν: εἰς

38 Stesichorus Fr. 44 (Bergk)

39 Hom. Il. 9.153

40 Hom. Il. 2.591

41 Hom. Il. 11.711

42 Hom. Il. 11.711

43 Hom. Il. 2.697

44 Hom. Il. 2.584

45 Hom. Od. 15.295

46 Hom. Od. 4.671

47 Hom. Od. 15.299

48 Hom. Il. 11.678

49 Hom. Il. 11.682

50 Hom. Il. 11.757

51 Hom. Il. 11.759

52 Hom. Il. 11.698

53

54 Hom. Il. 2.591

55 Hom. Il. 5.545

56 Hom. Il. 1.528

57 post Ὄλυμπον: εἰρῆσθαι γὰρ μάλα δοκεῖ καλῶς, ἔκ τε τῶν ἄλλων καὶ τῶν ὀφρύων, ὅτι προκαλεῖται τὴν διάνοιαν ποιητὴς ἀναζωγραφεῖν μέγαν τινὰ τύπον καὶ μεγάλην δύναμιν ἀξίαν τοῦ Διός, καθάπερ καὶ ἐπὶ τῆς Ἥρας, ἅμα φυλάττων τὸ ἐφ᾽ ἑκατέρῳ πρέπον: ἔφη μὲν γάρ,σείσατο δ᾽ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον.
Hom. Il. 8.199 τὸ δ᾽ ἐπ᾽ ἐκείνης συμβὰν ὅλῃ κινηθείσῃ, τοῦτ᾽ ἐπὶ τοῦ Διὸς ἀπαντῆσαι ταῖς ὀφρύσι μόνον νεύσαντος, συμπαθούσης δέ τι καὶ τῆς κόμης: κομψῶς δ᾽ εἴρηται καὶ τὸ τὰς τῶν θεῶν εἰκόνας μόνος ἰδὼν μόνος δείξας.

58 Hom. Il. 11.698

59 post δὲ: πλεῖστον

60 Eur. Ion 294

61 Eur. Rhadamanthys Fr. 658 (Nauck)

62 Soph. Mysians Fr. 377 (Nauck)

63 post Ἀλφειόν: καλεῖται δὲ νῦν Βαρνίχιος.

64 Hom Od. 11.238

65 post φησί: τον δ᾽ ἐν τῇ Θετταλίᾳ Ἐλισέα γράφουσιν, ὃς ἀπὸ τῆς Ὄθρυος ῥέων δέχεται τὸν Ἀπιδανὸν κατενεχθέντα ἐκ Φαρσάλου.

66 post ἰόντων: δὲ Ἡραία ἐστὶ τῆς Ἀρκαδίας: ὑπέρκειται δὲ τῆς Δυμαίας, καὶ Βουπρασίου καὶ Ἤλιδος: ἅπερ ἐστὶ πρὸς ἄρκτον τῇ Πισάτιδι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (40 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: