οὐ φιλοτάριχος οὐδαμῶς εἰμ᾽, ὦ κόρη.Ἄλεξις δ᾽ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις ῾ib. 312':'
ὁ δὲ Κίλιξτὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.' ‘οὐ γὰρ μέλει σοι,' ἔφη ὁ Μυρτίλος, ‘ἱστορίας, ὦ γάστρων. κνισολοιχὸς γάρ τις εἶ <καὶ> κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον [καὶ] κνισοκόλαξ. Καλλίστρατος ἐν ζ# Συμμίκτων φησὶν ὡς ἑστιώμενος παρά τισι Σιμωνίδης ὁ ποιητὴς ‘κραταιοῦ καύματος ὥρᾳ᾽ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα ῾167 B4':'
ὅδ᾽ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής.
τήν ῥά ποτ᾽ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψενπιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει ὁ Οὐλπιανός: ‘ποῦ κεῖται ὁ κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος;᾽ ‘τὰ μὲν οὖν τοῦ Ἀσίου,' ἔφη ὁ Μυρτίλος, ‘ἔπη ταῦτ᾽ ἐστί ῾II 23 B4':'
ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης:
ἀνδρῶν δ᾽ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη
ζωὴ Πιερίην γῆν ἐπιεσσαμένη:
ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος. οὐ γὰρ ἔοικε
θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.'
χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃὁ δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως ῾II 446 K':'
ἦλθεν κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει,
ἄκλητος, ζωμοῦ κεχρημένος: ἐν δὲ μέσοισιν
ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.
ὀψοφάγος εἶ καὶ κνισολοιχός.ἐν δὲ τοῖς ἐπιγραφομένοις Συντρέχουσι κνισολοιχίαν εἴρηκεν ἐν τούτοις ῾ibid':'
ὁ πορνοβοσκὸς γὰρ [μ᾽] ὑπὸ κνισολοιχίαςτοῦ κνισολοιχοῦ δὲ καὶ Ἀντιφάνης μνημονεύει ἐν Βομβυλιῷ ῾ib. 37'.' ὅτι δὲ ἔπινον καὶ γλυκὺν οἶνον μεταξὺ ἐσθίοντες, Ἄλεξίς φησιν ἐν Δρωπίδῃ ῾ib. 317':'
χορδήν τιν᾽ αἱματῖτιν αὑτῷ σκευάσαι
ἐκέλευσε ταυτηνί με.
εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν
ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ
ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ
οὔτε φιάλῃ: μετεῖχε δ᾽ ἀμφοῖν τοῖν ῥυθμοῖν.'