previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλῶν οὖν καὶ ἄλλων ἐν τῷ συμποσίῳ περὶ ἑκάστου τῶν εἰσκομιζομένων ῥηθέντων, ‘ἀλλὰ κἀγώ, φησὶν Λαρήνσιος, κατὰ τὸν πάντα ἄριστον Οὐλπιανὸν προτείνω τι καὶ αὐτὸς ὑμῖν: ζητήσεις γὰρ σιτούμεθα: τὸν τέτρακα τί νομίζετε; καί τινος εἰπόντοςεἶδος ὀρνέου᾽ ῾ἔθος δὲ γραμματικῶν παισὶν περὶ πάντων τῶν προβαλλομένων λέγειν, εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθοὐ, Λαρήνσιος ἔφη: ‘καὶ αὐτός, ἀνδρῶν λῷστε, ὅτι χαρίεις Ἀριστοφάνης ἐν τοῖς Ὄρνισι μνημονεύει ἐν τούτοις v. 884' 'οἶδα: ‘πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι.' ζητῶ δ᾽ ἐγὼ παρ᾽ ὑμῶν μαθεῖν εἰ καὶ παρ᾽ ἄλλῳ τινὶ αὐτοῦ τις γίνεται μνήμη. Ἀλέξανδρος γὰρ Μύνδιος ἐν δευτέρῳ περὶ πτηνῶν ζῴων οὐ τοῦ ὄρνιθος τοῦ μεγάλου μνημονεύει, ἀλλά τινος τῶν σμικροτάτων. λέγει γὰρ οὕτως: ‘τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμεοῦς, ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ. καὶ Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ p. 237 L':'
λαμβάνοντι γὰρ
ὄρτυγας στρουθούς τε κορυδαλλάς <τε> φιλοκονείμονας
τέτραγας σπερματολόγους τε κἀγλαὰς συκαλλίδας.
καὶ ἐν ἄλλοις δέ φησιν p. 240 L':'
ἦν δ᾽ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
τέτραγές τε σπερματολόγοι.'
ἐπεὶ δὲ ὑμεῖς οὐδὲν ἔχετε ῾σιωπᾶτε γάῤ, ἐγὼ καὶ τὸ ὄρνεον ὑμῖν ἐπιδείξω. ἐπιτροπεύων γὰρ ἐν Μυσίᾳ τοῦ κυρίου αὐτοκράτορος καὶ προιστάμενος τῶν τῆς ἐπαρχίας ἐκείνης πραγμάτων τεθέαμαι ἐπὶ τῇ χώρᾳ ἐκείνῃ τοὔρνεον. καὶ μαθὼν οὕτω καλούμενον παρὰ τοῖς Μυσοῖς καὶ Παίοσιν ὑπεμνήσθην ἐκ τῶν ὑπ᾽ Ἀριστοφάνους εἰρημένων τὸν ὄρνιθα. νομίζων δὲ καὶ παρὰ τῷ πολυμαθεστάτῳ Ἀριστοτέλει μνήμης ἠξιῶσθαι τὸ ζῷον ἐν τῇ πολυταλάντῳ πραγματείᾳ ῾ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρ᾽ Ἀλεξάνδρου τὸν Σταγιρίτην λόγος ἔχει εἰς τὴν περὶ τῶν ζῴων ἱστορίαν̓ ὡς οὐδὲν εὗρον περὶ αὐτοῦ λεγόμενον, ἔχαιρον ἔχων ἐχεγγυώτατον μάρτυρα τὸν χαρίεντα Ἀριστοφάνη.' ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ εἰσῆλθέ τις φέρων ἐν τῷ ταλάρῳ τὸν τέτρακα. ἦν δὲ τὸ μὲν μέγεθος ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, τὸ δὲ εἶδος πορφυρίωνι παραπλήσιος: καὶ ἀπὸ τῶν ὤτων ἑκατέρωθεν εἶχε κρεμάμενα ὥσπερ οἱ ἀλεκτρυόνες τὰ κάλλαια: βαρεῖα δ᾽ ἦν φωνή. θαυμασάντων οὖν ἡμῶν τὸ εὐανθὲς τοῦ ὄρνιθος μετ᾽ οὐ πολὺ καὶ ἐσκευασμένος παρηνέχθη, καὶ τὰ κρέα αὐτοῦ ἦν παραπλήσια τοῖς τῆς μεγάλης στρουθοῦ, ἣν καὶ αὐτὴν πολλάκις κατεδαισάμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: