previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς ἐστιν, οἷον ἀθυμεῖν, ὀλιγοδρανεῖν. Θουκυδίδης α# c. 70':' ‘νικώμενοι ἐπ᾽ ἐλάχιστον ἀναπίπτουσι.' Κρατῖνος δ᾽ ἐπὶ ἐρετῶν χρᾶται τῇ λέξει I 113 K':' ‘ῥοθίαζε κἀνάπιπτε.' καὶ Ξενοφῶν ἐν Οἰκονομικῷ 8, 8':' ‘διὰ τί ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐρέται; ὅτι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δὲ ἀναπίπτουσιν; ἀνακεῖσθαι δέ φαμεν ἐπὶ ἀνδριάντος: ὅθεν τοὺς ἐπὶ κατακειμένων χρωμένους τῇ λέξει διέσυρον. Δίφιλος om. Kock':'
ἐγὼ δ᾽ ἕως μέν τινος ἀνεκείμην.
πρὸς ὃν δυσχεραίνων ἑταῖρός φησιν: ‘ἀνάκεισο.' Φιλιππίδης IV 477 M':'
καὶ δειπνῶν ἀεὶ
ἀνακείμενος παρ᾽ αὐτόν.
καὶ ἐπάγει:
πότερον ἀνδριάντας εἱστία;
κατακεῖσθαι δὲ λέγεται καὶ κατακεκλίσθαι, ὡς ἐν Συμποσίοις Ξενοφῶν καὶ Πλάτων. Ἄλεξις II 399 K':'
ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά:
οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν᾽ ἂν λάβοι
οὔθ᾽ ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν:
νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.
ἔστι δὲ εὑρεῖν καὶ ἐπὶ τῆς ἐννοίας ταύτης σπανίως τὸ ἀνακεῖσθαι. σάτυρος παρὰ Σοφοκλεῖ τοῦτό φησιν ἐπικαιόμενος τῷ Ἡρακλεῖ fr. 685 N':'
ἀνακειμένῳ
μέσον εἰς τὸν αὐχέν᾽ εἰσαλοίμην.
Ἀριστοτέλης ἐν Τυρρηνῶν Νομίμοις fr. 556 R':' ‘οἱ δὲ Τυρρηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ.' Θεόπομπος I 750 K':'
ἐπίνομεν μετὰ ταῦτα . . . . . .
κατακείμενοι μαλακώτατ᾽ ἐπὶ τρικλινίῳ,
Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.
Φιλωνίδης I 256 K':'
κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι.
Εὐριπίδης Κύκλωπι v. 410':'
ἀνέπεσε φάρυγος αἰθέρ᾽ ἐξανιεὶς βαρύν.
Ἄλεξις II 402 K':'
μετὰ ταῦτ᾽ ἀναπεσεῖν
ἐκέλευον αὐτὴν παρ᾽ ἐμέ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: