εὑρήσεις δὲ τῶν ἐπισιτίωνΦερεκράτης Γραυσί ῾I 153 K':'
τούτων τιν᾽ οἳ δειπνοῦσιν ἐσφυδωμένοι
τἀλλότρι᾽, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν
παρέχοντες ἀθληταῖσιν.
σὺ δ᾽ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ;ἐπισίτιοι γὰρ καλοῦνται οἱ ἐπὶ τροφαῖς ὑπουργοῦντες. Πλάτων ἐν τετάρτῳ Πολιτείας ῾p. 420 a':' ‘καὶ ταῦτα ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις ὥσπερ οἱ ἄλλοι λαβόντες.' Ἀριστοφάνης Πελαργοῖς ῾I 504 K':'
Β. τίς δ᾽ οὗτος ὑμῖν ἐστι; Α. τοῦτον πανταχοῦ
ἄγω λαρυγγικόν τιν᾽ ἐπὶ μισθῷ ξένον.
ἂν γὰρ ἕν᾽ ἄνδρ᾽ ἄδικον σὺ διώκῃς,Εὔβουλος δ᾽ ἐν Δαιδάλῳ ῾II 172 K':'
ἀντιμαρτυροῦσι
δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.
ἐθέλει δ᾽ ἄνευ
μισθοῦ παρ᾽ αὐτοῖς καταμένειν ἐπισίτιος.