previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ἄλογα δὲ ζῷα ἀνθρώπων ἠράσθη: Σεκούνδου μέν τινος βασιλικοῦ οἰνοχόου ἀλεκτρυών: ἐκαλεῖτο δὲ μὲν ἀλεκτρυὼν Κένταυρος, δὲ Σεκοῦνδος ἦν οἰκέτης Νικομήδους τοῦ Βιθυνῶν βασιλέως, ὡς ἱστορεῖ Νίκανδρος ἐν ἕκτῳ Περιπετειῶν. ἐν Αἰγίῳ δὲ παιδὸς ἠράσθη χήν, ὡς Κλέαρχος ἱστορεῖ ἐν πρώτῳ Ἐρωτικῶν FHG II 314'.' τὸν δὲ παῖδα τοῦτον Θεόφραστος ἐν τῷ Ἐρωτικῷ fr. 109 W' 'Ἀμφίλοχον καλεῖσθαί φησι καὶ τὸ γένος Ὠλένιον εἶναι, Ἑρμείας δ᾽ τοῦ Ἑρμοδώρου, Σάμιος δὲ γένος, ἐρασθῆναι Λακύδους τοῦ φιλοσόφου. ἐν δὲ Λευκαδίᾳ φησὶν Κλέαρχος l. s' 'οὕτως ἐρασθῆναι ταὼν παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν. δελφῖνα δ᾽ ἐν Ἰασῷ παιδὸς ἐρασθῆναι λόγος, ὡς ἱστορεῖ Δοῦρις ἐν τῇ ἐνάτῃ FHG II 473'.' δὲ λόγος ἐστὶν αὐτῷ [ὁ] περὶ Ἀλεξάνδρου καὶ λέγει οὕτως: ‘μετεπέμψατο δὲ καὶ τὸν ἐκ τῆς Ἰασοῦ παῖδα. περὶ γὰρ τὴν πόλιν ταύτην Διονύσιός τις ἦν παῖς, ὃς μετὰ τῶν ἄλλων ἐκ παλαίστρας παραγινόμενος ἐπὶ τὴν θάλατταν ἐκολύμβα. δελφὶς δὲ πρὸς αὐτὸν ἐκ τοῦ πελάγους ἀπήντα καὶ ἀναλαμβάνων ἐπὶ τὰ νῶτα ἔφερεν ἐπὶ πλεῖστον νηχόμενος καὶ πάλιν ἀποκαθίστα εἰς τὴν γῆν.' φιλανθρωπότατον δέ ἐστι καὶ συνετώτατον τὸ ζῷον δελφὶς χάριν τε ἀποδιδόναι ἐπιστάμενον. Φύλαρχος γοῦν ἐν τῇ δωδεκάτῃ FHG I 340' '‘Κοίρανος, φησίν, Μιλήσιος ἰδὼν ἁλιέας τῷ δικτύῳ λαβόντας δελφῖνα καὶ μέλλοντας κατακόπτειν ἀργύριον δοὺς καὶ παραιτησάμενος ἀφῆκεν εἰς τὸ πέλαγος. καὶ μετὰ ταῦτα ναυαγίᾳ χρησάμενος περὶ Μύκονον καὶ πάντων ἀπολομένων μόνος ὑπὸ δελφῖνος ἐσώθη Κοίρανος. τελευτήσαντος δ᾽ αὐτοῦ γηραιοῦ ἐν τῇ πατρίδι καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλατταν γιγνομένης κατὰ τύχην [ἐν τῇ Μιλήτῳ], ἐν τῷ λιμένι πλῆθος δελφίνων ἐφάνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μικρὸν ἀπωτέρω τῶν ἐκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφερόντων καὶ συγκηδευόντων τὸν ἄνθρωπον.' δὲ αὐτὸς ἱστορεῖ Φύλαρχος διὰ τῆς εἰκοστῆς ib. 343' 'ὅσην ἐλέφας τὸ ζῷον φιλοστοργίαν ἔσχεν εἰς παιδίον. γράφει δ᾽ οὕτως: ‘τούτῳ δὲ τῷ ἐλέφαντι συνετρέφετο θήλεια ἐλέφας, ἣν Νίκαιαν ἐκάλουν: τελευτῶσα τοῦ τρέφοντος Ἰνδοῦ γυνὴ παιδίον αὑτῆς τριακοσταῖον παρακατέθετο. ἀποθανούσης δὲ τῆς ἀνθρώπου δεινή τις φιλοστοργία γέγονε τοῦ θηρίου πρὸς τὸ παιδίον: οὔτε γὰρ ἀπ᾽ αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέμενεν, τὸ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. ὅτ᾽ οὖν τροφὸς ἐμπλήσειεν αὐτὸ [τοῦ] γάλακτος, ἀνὰ μέσον τῶν ποδῶν τοῦ θηρίου ἐτίθει αὐτὸ ἐν σκάφῃ. εἰ δὲ μὴ τοῦτο πεποιήκοι, τροφὴν οὐκ ἐλάμβανεν ἐλέφας. καὶ μετὰ ταῦτα δι᾽ ὅλης τῆς ἡμέρας τοὺς καλάμους λαμβάνων ἐκ τῶν παρατιθεμένων χορτασμάτων καθεύδοντος τοῦ βρέφους τὰς μυίας ἀπεσόβει: ὅτε δὲ κλαίοι, τῇ προβοσκίδι τὴν σκάφην ἐκίνει καὶ κατεκοίμιζεν αὐτό. τὸ δ᾽ αὐτὸ ἐποίει καὶ ἄρρην ἐλέφας πολλάκις.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: