previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παμπόλλου δ᾽ ἐπιπράσκετο Ἀθήνησιν τοῦ μύρου κοτύλη, καὶ ὡς μὲν Ἵππαρχός φησιν ἐν Παννυχίδι III 274 K',' ε# μνῶν, ὡς δὲ Μένανδρος ἐν Μισογύνῃ ib. 97',' ι#. Ἀντιφάνης δ᾽ ἐν Φρεαρρίῳ στακτῆς τοῦ μύρου μνημονεύων φησίν II 110 K':'
στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ᾽ οὐδαμῶς.
οὐ μόνον δὲ τὸ τῶν Σαρδιανῶν γένος φιλόμυρον ἦν, ὡς Ἄλεξίς φησιν ἐν Ἐκπωματοποιῷ ib. 320':'
ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος,
ἀλλὰ καὶ αὐτοὶ οἱ Ἀθηναῖοι οἱ πάντων τῶν καλλίστων εἰσηγηταὶ τῷ τῶν ἀνθρώπων βίῳ γενόμενοι, παρ᾽ οἷς ἀνυπερβλήτου τιμῆς, ὡς προείρηται, τῶν μύρων ὑπαρχούσης οὐκ ἀπείχοντο τῆς χρήσεως, ὥσπερ οὐδὲ ἡμεῖς νῦν οὕτω πολυτίμων τῶν καλλίστων ὑπαρχόντων, ὡς λῆρον εἶναι τὰ ἐν τῷ Εἰσοικιζομένῳ Ἀλέξιδος ταυτί ib. 318':'
οὐ γὰρ ἐμυρίζετ᾽ ἐξ ἀλαβάστου, πρᾶγμά τι
γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας
περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας
εἰς οὐχὶ ταὐτόν, μὰ Δία, τὴν αὐτὴν μύρον,
ἰδίῳ δ᾽ ἑκάστην. πετόμεναι δ᾽ αὗται κύκλῳ
ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα.
μή μοι φθονήσητ᾽, ἄνδρες Ἑλλήνων ἄκροι: Eur. fr. 703'
ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: