ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼντίς οὕτως τακτικὸς ἀκριβὴς ἢ τίς οὕτως κριτὴς ὄψων ὡς ὁ ἐκ Γέλας, μᾶλλον δὲ Καταγέλας ῾Ar. Ach. 606' 'οὗτος ποιητής; ὃς ἀκριβῶς οὕτως διὰ λιχνείαν καὶ τὸν πορθμὸν διέπλευσε καὶ τῶν μερῶν ἑκάστου τῶν ἰχθύων τὰς ποιότητας καὶ τοὺς χυμοὺς διὰ τὴν λιχνείαν ἐξήτασεν, ὥς τινα πραγματείαν βιωφελῆ καταβαλλόμενος.
οὐραίου τ᾽ αὐτὸν τὸν σφόνδυλον. ἐστὶ δὲ κεδνὸς
κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΞΙΦΙΑΣ. τοῦτον Ἀριστοτέλης ῾p. 311 R' 'φησὶν
ἔχειν τοῦ ῥύγχους τὸ μὲν ὑποκάτω μικρόν, τὸ δὲ καθύπερθεν ὀστῶδες μέγα, ἴσον τῷ ὅλῳ αὐτοῦ μεγέθει:
τοῦτο δὲ καλεῖσθαι ξίφος: ὀδόντας δ᾽ οὐκ ἔχειν τὸν
ἰχθύν. Ἀρχέστρατος δέ φησιν ῾fr. 34 R':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.