ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε
πολὺν χρόνον; Β. τὸν πάνθ᾽ ἕως ἦν ὁ πόλεμος.
Α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. Β. ἐν Πάφῳ:
οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν,
ἄλλως τ᾽ ἄπιστον. Α. ποῖον; Β. ἐρριπίζετο
ὑπὸ τῶν περιστερῶν, ὑπ᾽ ἄλλου δ᾽ οὐδενὸς
δειπνῶν ὁ βασιλεύς. Α. πῶς; ἐάσας τἄλλα γὰρ
ἐρήσομαί σε τοῦθ᾽. Β. ὅπως; ἠλείφετο
ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ,
καρποῦ σύχν᾽ οἵου φασὶ τὰς περιστερὰς
τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι
παρῆσαν οἷαί τ᾽ ἦσαν ἐπικαθιζάνειν
ἐπὶ τὴν κεφαλήν: παῖδες δὲ παρακαθήμενοι
ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολὺ
τοῦ μήτ᾽ ἐκεῖσε μήτε δεῦρο παντελῶς
οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον
αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ οὐ Λεύκων τοιοῦτος ἦν ὁ Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένους ὑπό <τινος> τῶν περὶ αὑτὸν κολάκων, συνιδὼν
τὸν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων
‘ἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο.' Ἀντιφάνης δ᾽ ὁ
κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς
τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε ῾II 97 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.