previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΛΑΙΟΝ. Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης Ἄλεξις II 134 K':'
οὑτοσὶ δέ σοι
τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
ἐστιν μετρητής.
Καρικοῦ δὲ Ὠφελίων II 294 K':'
ἐλαίῳ Καρικῷ
ἀλείφεται.
Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι fr. 3 M':' ‘φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ᾽ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ.' Κτησίας δ᾽ ἐν Καρμανίᾳ φησὶ fr. 96 M' 'γίνεσθαι ἔλαιον ἀκάνθινον, χρῆσθαι βασιλέα: ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ‘ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.' ἀλλὰ μὴν οὐδὲ Δίνων ἐν τῇ Περσικῇ πραγματείᾳ FHG II 92':' ὅς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπ᾽ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου. ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν φάσκων c. 4, 14. 15' 'αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων. τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις II 248 K':'
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: