previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῆς ΣΑΜΙΩΝ τρυφῆς Δοῦρις ἱστορῶν FHG II 480' 'παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς βραχίοσιν καὶ τὴν ἑορτὴν ἄγοντες τῶν Ἡραίων ἐβάδιζον κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους. τὸ δὲ νόμιμον τοῦτο μαρτυρεῖσθαι καὶ ὑπὸ παροιμίας τῆσδεβαδίζειν <εἰς> Ἡραῖον ἐμπεπλεγμένον.' ἐστὶ δὲ τὰ τοῦ Ἀσίου ἔπη οὕτως ἔχοντα fr. 13 Ki':'
οἳ δ᾽ αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο
εἰς Ἥρας τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς,
χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον:
χρύσειαι δὲ κορύμβαι ἐπ᾽ αὐτῶν τέττιγες ὥς:
χαῖται δ᾽ ᾐωρεῦντ᾽ ἀνέμῳ χρυσέοις ἐνὶ δεσμοῖς,
δαιδάλεοι δὲ χλιδῶνες ἄρ᾽ ἀμφὶ βραχίοσιν ἦσαν,
..........τες ὑπασπίδιον πολεμιστήν.
Ἡρακλείδης δ᾽ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς Σαμίους φησὶ καθ᾽ ὑπερβολὴν τρυφήσαντας διὰ τὴν πρὸς ἀλλήλους μικρολογίαν ὥσπερ Συβαρίτας τὴν πόλιν ἀπολέσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: