previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι: στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα:
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα Il. 4.92'.'
ἀλλ᾽ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα Il. 5.226'.'
ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα Il. 5.453'.'
καὶ πάλιν ὁμοίως ἰαμβεῖα com. IV 607 M':'
ἀγαθὸς ἀνὴρ λέγοιτ᾽ ἂν φέρων τἀγαθά.
ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.
Ὁμηρικοὶ ἀπὸ τοῦεἐπὶ τὸε〉:
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε Il. 4.89'.'
ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἔγωγε Il. 5.686'.'
ὁμοίως καὶ ἰαμβεῖα com. IV 608 M':'
εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε.
ἐπὶ τοῖς παροῦσι τὸν βίον .. διάπλεκε.
Ὁμήρου ἀπὸηἐπὶ τὸη〉:
μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη Il. 5.133'.'
δ᾽ ἐν γούνασι πῖπτε Διώνης δῖ᾽ Ἀφροδίτη Il. 5.370'.'
ἴαμβοι com. IV 608 M':'
τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.
ἀπὸ τοῦιἐπὶ τὸιὉμήρου:
Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι Il. 6.60'.'
Ἱππόλοχος δέ μ᾽ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι 206':'
ἀπὸ τοῦς1〉 εἰς τὸς1〉:
συμπάντων Δαναῶν, οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς Il. 1.90'.'
σοφός ἐστιν φέρων τἀπὸ <τῆς> τύχης καλῶς.
ἀπὸ τοῦωεἰς τὸω〉:
ὡς δ᾽ ὅτ᾽ ἀπ᾽ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
Il. 16.364'.'
ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.
προβάλλειν δὲ δεῖ καὶ στίχους ἀσίγμους οἷον Il. 7.364'.'

πάντ᾽ ἐθέλω δόμεναι καὶ ἔτ᾽ οἰκόθεν ἄλλ᾽ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον B 557. 628. 732':'

Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας.
<Αἴας>.
Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς.
<Φυλεύς>.
ἰητῆρ᾽ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων
εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἷον:
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
Il. 8.202' 'ὅλμος.
μυθεῖται κατὰ μοῖραν ἅπερ κ᾽ οἴοιτο καὶ ἄλλος.
Od. 17.580' 'μύλος.
λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
῾ς῾1 107' 'λύρη.
ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί:
ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος.
Il. 1.538' 'ἄρτος.
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
Il. 1.550' 'μῆλα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: