previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο: ‘πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις: τήγανον δέ, βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως I 173 K':'
ἀπὸ τηγάνου τ᾽ ἔφασκεν ἀφύας φαγεῖν.
καὶ ἐν Πέρσαις αὐτός I 182 K':'
ἐπὶ τηγάνοις καθίσανθ᾽ ὑφάπτειν τοῦ φλέω.
Φιλωνίδης δ᾽ ἐν Κοθόρνοις I 255 K':'
ὑποδέχεσθαι καὶ βατίσι καὶ τηγάνοις,
καὶ πάλιν:
ὀσφρομένην τῶν τηγάνων.
Εὔβουλος δ᾽ ἐν Ὀρθάννῃ II 191, 7 K':'
ῥιπὶς δ᾽ ἐγείρει φύλακας Ἡφαίστου κύνας
θερμῇ παροξύνουσα τηγάνου πνοῇ.
καὶ πάλιν:
πᾶσα δ᾽ εὔμορφος γυνὴ
ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ.
καὶ ἐν Τιτᾶσι II 203 K':'
προσγελῶσά τε
λοπὰς παφλάζει βαρβάρῳ λαλήματι:
πηδῶσι δ᾽ ἰχθῦς ἐν μέσοισι τηγάνοις.
τοῦ δὲ ῥήματος μέμνηται Φρύνιχος ἐν Τραγῳδοῖς I 384 K':'
ἡδὺ δ᾽ ἀποτηγανίζειν ἄνευ συμβολῶν.
καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί I 181 K':'
σὺ δ᾽ ἀποτηγανίζεις.
Ἡγήσανδρος δ᾽ Δελφὸς FHG IV 420' 'Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον: διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ:
τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ,
τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦτστοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων fr. 26 B':' ‘χεῖρά τ᾽ ἐν ἠγάνῳ βαλεῖν᾽.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: