previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ δὲ Αἰγυπτίου μύρου μνημονεύων Ἀχαιὸς ἐν Ἄθλοις φησιν fr. 5 N':'
ἰσάργυρόν τ᾽ εἰς χεῖρα Κυπρίου λίθου
δώσουσι κόσμον χριμάτων τ᾽ Αἰγυπτίων ...
μήποτε, φησὶν Δίδυμος p. 305 Schm',' τὴν καλουμένην στακτὴν λέγει, διὰ τὴν σμύρναν ἣν εἰς Αἴγυπτον καταγομένην κομίζεσθαι πρὸς τοὺς Ἕλληνας. Ἱκέσιος δ᾽ ἐν β# περὶ Ὕληςτῶν μύρων, φησίν, μέν ἐστιν χρίματα, δ᾽ ἀλείμματα. καὶ ῥόδινον μὲν πρὸς πότον ἐπιτήδειον, ἔτι δὲ μύρσινον, μήλινον: τοῦτο δ᾽ ἐστὶν καὶ εὐστόμαχον καὶ ληθαργικοῖς χρήσιμον. τὸ δ᾽ οἰνάνθινον εὐστόμαχον ὂν καὶ τὴν διάνοιαν ἀπαραπόδιστον φυλάσσει. καὶ τὸ σαμψούχινον δὲ καὶ ἑρπύλλινον ἐπιτήδεια πρὸς πότον καὶ κρόκινον τὸ χωρὶς σμύρνης πολλῆς. καὶ στακτὴ δὲ ἐπιτήδειος πρὸς πότον, ἔτι δὲ νάρδος. τὸ δὲ τήλινον καὶ γλυκύ ἐστι καὶ ἁπαλόν. τὸ δὲ λευκόινον καὶ εὐῶδες καὶ σφόδρα πεπτικόν.' Θεόφραστος δὲ ἐν τῷ περὶ Ὀδμῶν 6, 27' 'συντίθεσθαί φησι μύρα ἀπ᾽ ἀνθέων μὲν ῥόδινον καὶ λευκόινον καὶ σούσινον ῾καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων̓, ἔτι δὲ τὸ σισύμβρινον καὶ ἑρπύλλινον, ἔτι δὲ κύπρινον καὶ κρόκινον: βέλτιστον δ᾽ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ φύλλων τὸ μύρρινον καὶ τὸ οἰνάνθινον: αὕτη δ᾽ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοσμος: <ἀπὸ δὲ τῆς> ἐν [δὲ] Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἄοσμον. ἀπὸ δὲ ῥιζῶν τό τ᾽ ἴρινον, καὶ τὸ νάρδινον, καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: