χορὸς δ᾽ ἀναύδων ἰχθύων ἐπερρόθει,οὐ τὴν κεκτημένην, ἀλλὰ τὰς λοπάδας: καὶ κατὰ τὰς Ἀχαιοῦ δὲ Μοίρας ῾fr. 25':'
σαίνοντες οὐραίοισι
πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶνἀπομνημονεύσω δέ σοι ἃ περὶ ἑκάστου ἔλεξαν οἱ δειπνοσοφισταί. πάντες γὰρ συνεισήνεγκαν εἰς αὐτοὺς τὰς ἐκ βιβλίων συμβολάς, ὧν τὰ ὀνόματα διὰ τὸ πλῆθος παραλείψω.
................. ἐνάλιος θεωρία,
χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός. —
ὅστις ἀγοράζων ὄψον ...........φησὶν Ἄμφις ἐν Λευκάδι ῾II 243 K':' ἵνα δὲ εὐμνημόνευτά σοι γένηται τὰ λεχθέντα, κατὰ στοιχεῖον τάξω τὰ ὀνόματα. καὶ γὰρ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι μαστιγοφόρῳ τοὺς ἰχθῦς ἑλλοὺς ῾v. 1297' '
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται:
ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν,ἐζήτησέν τις εἰ καὶ τῶν πρὸ αὐτοῦ τις τῷ ὀνόματι κέχρηται. πρὸς ὃν ὁ Ζωίλος ἔφη: ‘ἐγὼ δὲ οὐκ ὢν ὀψοφαγίστατος ῾οὕτω γὰρ Ξενοφῶν ὠνόμασεν ἐν Ἀπομνημονεύμασι ῾III 13, 4' 'γράφων οὕτως: ‘ὀψοφαγίστατός τε καὶ βλακίστατός ἐστιν‘᾽ οἶδα ὅτι ὁ τὴν Τιτανομαχίαν ποιήσας, εἴτ᾽ Εὔμηλός ἐστιν ὁ Κορίνθιος ἢ Ἀρκτῖνος ἢ ὅστις δήποτε χαίρει ὀνομαζόμενος, ἐν τῷ δευτέρῳ οὕτως εἴρηκεν ῾fr. 4 K':'
ἐν δ᾽ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶἔχαιρε δὲ Σοφοκλῆς τῷ ἐπικῷ κύκλῳ, ὡς καὶ ὅλα δράματα ποιῆσαι κατακολουθῶν τῇ ἐν τούτῳ μυθοποιίᾳ.'
νήχοντες παίζουσι δι᾽ ὕδατος ἀμβροσίοιο.