previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διαβόητοι δ᾽ εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παρ᾽ αὐτοῖς θάλατταν λέγουσιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ Βίων FHG II 307'.' περὶ δὲ ΣΥΒΑΡΙΤΩΝ τί δεῖ καὶ λέγειν; παρ᾽ οἷς πρώτοις εἰσήχθησαν εἰς τὰ βαλανεῖα λουτροχόοι καὶ παραχύται πεπεδημένοι, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους. πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ποιούσας ψόφον τέχνας οὐκ ἐῶσιν ἐπιδημεῖν τῇ πόλει, οἷον χαλκέων καὶ τεκτόνων καὶ τῶν ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι: οὐκ ἐξῆν δ᾽ οὐδ᾽ ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι. ἱστορεῖ δὲ περὶ αὐτῶν Τίμαιος FHG I 205' 'ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν: πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντωναὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν πλευράν.' ἐν Κρότωνι δὲ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες τινὲς Συβαριτῶν ἐθαύμαζον λέγοντες, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν. ἄλλος δὲ Συβαρίτης παραγενόμενος εἰς Λακεδαίμονα καὶ κληθεὶς εἰς φιδίτιον, ἐπὶ τῶν ξύλων κατακείμενος καὶ δειπνῶν μετ᾽ αὐτῶν, πρότερον μὲν ἔφη καταπεπλῆχθαι τὴν τῶν Λακεδαιμονίων πυνθανόμενος ἀνδρείαν, νῦν δὲ θεασάμενος νομίζειν μηδὲν τῶν ἄλλων αὐτοὺς διαφέρειν. καὶ γὰρ τὸν ἀνανδρότατον μᾶλλον ἂν ἑλέσθαι ἀποθανεῖν τοιοῦτον βίον ζῶντα καρτερεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: