ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον.καὶ Ἀξιόνικος ἐν Φιλευριπίδῃ ῾II 412 K':'
Β. τίς δ᾽ ἔσθ᾽ ὁ γίγγρας; Α. καινὸν ἐξεύρημά τι
ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε
ἔδειξ᾽, Ἀθήνησιν δὲ κατακεχρημένον
ἐν συμποσίοις ἤδη 'στί. Β. διὰ τί δ᾽ οὐκ ἄγεις
εἰς τὸν ὄχλον αὐτό; Α. διότι φυλὴν περιμένω
σφόδρα φιλονικοῦσαν λαχεῖν τιν᾽. οἶδα γὰρ
ὅτι πάντα πράγματ᾽ ἀνατριαινώσει κρότοις.
οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου
ἄμφω νοσοῦσιν, ὥστε τἄλλ᾽ αὐτοῖς δοκεῖν
εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.