previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρατίνας δὲ Φλιάσιος αὐλητῶν καὶ χορευτῶν μισθοφόρων κατεχόντων τὰς ὀρχήστρας ἀγανακτεῖν τινας ἐπὶ τῷ τοὺς αὐλητὰς μὴ συναυλεῖν τοῖς χοροῖς, καθάπερ ἦν πάτριον, ἀλλὰ τοὺς χοροὺς συνᾴδειν τοῖς αὐληταῖς: ὃν οὖν εἶχεν κατὰ τῶν ταῦτα ποιούντων θυμὸν Πρατίνας ἐμφανίζει διὰ τοῦδε τοῦ Ὑπορχήματος fr. 1 B':'
τίς θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις
ἔμολεν ἐπὶ
Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς Βρόμιος:
ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν᾽ ὄρεα σύμενον
μετὰ Ναιάδων
οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος.
τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν: δ᾽ αὐλὸς
ὕστερον χορευέτω, καὶ γάρ ἐσθ᾽ ὑπηρέτας.
κώμοις μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι
παροίνων
ἔμμεναι στρατηλάτας.
παῖε τὸν φρυνίου ποικίλου πνοὰν ἔχοντα,
φλέγε τὸν ὀλεσισιαλοκάλαμον, λαλοβαρύοπα .. μελορυθμοβάταν
θῶπα τρυπάνῳ δέμας πεπλασμένον.
ἢν ἰδού: ἅδε σοι δεξιὰ καὶ ποδὸς διαρριφά, θριαμβοδιθύραμβε,
κισσόχαιτ᾽ ἄναξ, ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: