previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τραιανῷ δὲ τῷ αὐτοκράτορι ἐν Παρθίᾳ ὄντι καὶ τῆς θαλάσσης ἀπέχοντι ἡμερῶν παμπόλλων ὁδὸν Ἀπίκιος ὄστρεα νεαρὰ διεπέμψατο ὑπὸ σοφίας αὐτοῦ τεθησαυρισμένα: καὶ οὐχ ὡς Νικομήδει τῷ Βιθυνῶν βασιλεῖ ἐπιθυμήσαντι ἀφύης ῾μακρὰν δὲ καὶ οὗτος ἦν τῆς θαλάσσης᾿ μάγειρός τις μιμησάμενος τὸ ἰχθύδιον παρέθηκεν [ὡς ἀφύας]. γοῦν παρ᾽ Εὔφρονι τῷ κωμικῷ μάγειρός φησιν IV 494 M':'
ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου,
ὃς ἀπὸ θαλάσσης Νικομήδει δώδεκα
ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε
ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου
παρέθηκε νὴ Δί᾽, ὥστε πάντας ἀνακραγεῖν.
Β. πῶς δὲ δυνατὸν τοῦτ᾽ ἐστι; Α. θήλειαν λαβὼν
γογγυλίδα ταύτην ἔτεμε λεπτὰ <καὶ μακρὰ>
τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος,
ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας
δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω
κόκκους μελαίνης τετταράκοντα τὸν ἀριθμόν,
περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν.
καὶ Νικομήδης γογγυλίδα μασώμενος
ἀφύης τοτ᾽ ἔλεγε τοῖς φίλοις ἐγκώμιον.
οὐδὲν μάγειρος τοῦ ποιητοῦ διαφέρει:
νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: