previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι εἰς τὸ πρόπομα καὶ ταῦτα ἐνεβάλλοντο, πέπερι, φυλλίς, σμύρνα, κύπειρον, μύρον Αἰγύπτιον. Ἀντιφάνης II 125 K':'
ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ,
στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.
πάλιν ibid':'
νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου
ζητεῖν.
Εὔβουλος II 210 K':'
κόκκον λαβοῦσα κνίδιον τοῦ πεπέριδος
τρίψασ᾽ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν.
Ὠφελίων II 294 K':'
Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον
Πλάτωνος ἐμβρόντητον.
Νίκανδρος Θηριακοῖς 875':'
καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης,
πολλάκι δ᾽ πέπερι κόψας νέον ἀπὸ Μήδων
κάρδαμον.
Θεόφραστος ἐν φυτῶν ἱστορίᾳ 9, 20, 1':' ‘τὸ πέπερι καρπὸς μέν ἐστι, διττὸν δὲ αὐτοῦ τὸ γένος: τὸ μὲν στρογγύλον ὥσπερ ὄροβος, κέλυφος <ἔχον> ὑπέρυθρον, τὸ δὲ πρόμηκες, μέλαν, σπερμάτια μηκωνικὰ ἔχον. ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου, θερμαντικὰ δὲ ἄμφω: διὸ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτα.' ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει fr. 166':' ‘ δὲ τούτων ἀνάκτησις ὄξους ἐγχύσει καὶ πεπέριδος κνίδης καρπῷ τριφθείσης.' τοῦτο δ᾽ ἡμᾶς τηρῆσαι δεῖ ὅτι οὐδέτερον ὄνομα οὐδέν ἐστι παρὰ τοῖς Ἕλλησιν εἰςιλῆγον, εἰ μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι ξενικά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: