previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιοῦτος ἐγεγόνει καὶ ΠΤΟΛΕΜΑΙΟΣ ἕβδομος Αἰγύπτου βασιλεύσας, αὑτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ Ἀλεξανδρέων Κακεργέτης ὀνομαζόμενος. Ποσειδώνιος γοῦν στωικός, συναποδημήσας Σκιπίωνι τῷ Ἀφρικανῷ κληθέντι εἰς Ἀλεξάνδρειαν καὶ θεασάμενος αὐτόν, γράφει ἐν ἑβδόμῃ τῶν Ἱστοριῶν οὕτως FHG III 255':' ‘διὰ δὲ τρυφὴν διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς μεγέθους, ἣν δυσπερίληπτον εἶναι συνέβαινεν: ἐφ᾽ ἧς χιτωνίσκον ἐνδεδυκὼς ποδήρη μέχρι τῶν καρπῶν χειρῖδας ἔχοντα <περιῄει>: προῄει δὲ οὐδέποτε πεζός, εἰ μὴ διὰ Σκιπίωνα.' ὅτι δὲ τρυφῆς οὐκ ἦν ἀλλότριος βασιλεὺς οὗτος, αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ ἐν τῷ ὀγδόῳ τῶν Ὑπομνημάτων διηγούμενος ὅπως τε ἱερεὺς ἐγένετο τοῦ ἐν Κυρήνῃ Ἀπόλλωνος καὶ ὅπως δεῖπνον παρεσκεύασε τοῖς πρὸ αὐτοῦ γενομένοις ἱερεῦσι, γράφων οὕτως ib. 187':' Ἀρτεμίτια μεγίστη [ἑορτὴ] ἐν Κυρήνῃ ἑορτή, ἐν ἱερεὺς τοῦ Ἀπόλλωνος ῾ἐνιαύσιος δ᾽ ἐστἴ δειπνίζει τοὺς πρὸ αὐτοῦ ἱερευσαμένους καὶ παρατίθησιν ἑκάστῳ τρυβλίον: τοῦτο δ᾽ ἐστὶ κεραμεοῦν ἄγγος ἐπιδεχόμενον ὡς εἴκοσι ἀρτάβας, ἐν πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δ᾽ ἐστὶ καὶ τῶν ἡμέρων ὀρνίθων, ἔτι δὲ θαλαττίων ἰχθύων ταρίχου τε ξενικοῦ πλείονα γένη: πολλάκις δέ τινες καὶ κιθάριον ἀκολουθίσκον προσδιδόασιν. ἡμεῖς δὲ περιείλομεν τὰ τοιαῦτα: φιάλας δ᾽ ὁλαργύρους κατασκευάσαντες, τὸ τίμημα ἔχουσαν ἑκάστην ἧς προειρήκαμεν δαπάνης, ἵππον τε κατεσκευασμένον σὺν ἱπποκόμῳ καὶ φαλάροις διαχρύσοις ἐδώκαμεν καὶ παρεκαλέσαμεν ἕκαστον ἐπὶ αὐτοῦ καθεσθέντα οἴκαδ᾽ ἀπιέναι.' εἰς πάχος δ᾽ ἐπεδεδώκει καὶ υἱὸς αὐτοῦ ΑΛΕΞΑΝΔΡΟΣ, τὴν ἑαυτοῦ μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῷ. φησὶ γοῦν περὶ αὐτοῦ Ποσειδώνιος ἐν τῇ ἑβδόμῃ καὶ τεσσαρακοστῇ τῶν Ἱστοριῶν οὕτως ib. 265':' ‘ δὲ τῆς Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων, κολακευόμενος δ᾽ ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῇ δὲ τρυφῇ ζῶν, οὐδὲ περιπατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος [ἐπορεύετο]. εἰς δὲ τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποιεῖτο.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: