previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ Μούσαις γράφεται p. 238 L' 'ἀντὶ τοῦ
<κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ᾽ ἰσωνία>
κόγχος, ἃν τέλλιν καλέομες: ἐστὶ δ᾽ ἅδιστον κρέας.
τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ᾽ αὐτῆς Ἀριστοφάνης γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι p. 274 N' 'ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ᾽ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρ᾽ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδὴν ἧς ἀρχή fr. 51 B4':'
πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον,
ἧς ἐπὶ τέλει γεγράφθαι:
ἐκ δὲ παίδων χαύνοις φρένας θαλασσία λεπάς.
δ᾽ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας: τὰ παιδάρια δὲ ἡνίκ᾽ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρ᾽ ἡμῖν τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις, ὡς καὶ Σώπατρός φησιν φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Εὐβουλοθεομβρότῳ:
ἀλλ᾽ ἴσχε: τελλίνης γὰρ ἐξαίφνης μέ τις
ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη.
πάλιν δ᾽ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι p. 250 L':'
κἄν τις ἑλλήνων τὸν ἀναρίταν, θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.
παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται fr. 65 Bo':' ‘μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.' ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν fr. 55' 'χηράμβας ὀνομάζει. καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται fr. 198 B',' τοῦ δ᾽ ἀναρίτου Ἴβυκος fr. 22'.' καλεῖται δ᾽ ἀναρίτης καὶ ἀνάρτας. κοχλιῶδες δὲ ὂν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δ᾽ ἐν Συνεργαζομέναις fr. 2 B':'
προσφὺς ὅκως τις χοιράδων ἀναρίτης.
Αἰσχύλος δ᾽ ἐν Πέρσαις τις ἀνηρει τοὺςνήσους νηριτοτρόφουσ᾽ εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται Il. 16.747'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: