ΜΥΚΑΙ. Ἀριστίας ῾p. 563 N':'Πολίοχος ῾IV 590 M':'
μύκαισι δ᾽ ὠρέχθει τὸ λάινον πέδον.
μεμαγμένηνἈντιφάνης ῾II 111 K':'
μικρὰν μελαγχρῆ μᾶζαν ἠχυρωμένην
ἑκάτερος ἡμῶν εἶχε δὶς τῆς ἡμέρας
καὶ σῦκα βαιά: καὶ μύκης τις ἐνίοτ᾽ ἂν
ὠπτᾶτο καὶ κοχλίας γενομένου ψακαδίου
ἠγρεύετ᾽ ἂν καὶ λάχανα τῶν αὐτοχθόνων
θλαστή τ᾽ ἐλαία, καὶ πιεῖν οἰνάριον ἦν
ἀμφίβολον.
τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένηκαὶ προελθών:
ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη,
καὶ βολβὸς εἷς <τις> καὶ παροψίδες τινές,
σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ᾽ ἃ δὴ
δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι᾽ ἀθλίοις.
τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ᾽ οὐκ ἔχων.
οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον,
οὐδ᾽ οἱ δοκοῦντες πυθαγορίζειν.
τίς γὰρ οἶδ᾽ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖνκατὰ Ἀριστοτέλους ῾τέσσαρα δ᾽ ἐστὶ ταῦτα βιβλίἀ ἐπιτιμᾷ τῷ φιλοσόφῳ ὡς οὐ ποιήσαντι λόγου ἄξιον τὸ παροιμίας ἀθροῖσαι, Ἀντιφάνους ὅλον ποιήσαντος δρᾶμα τὸ ἐπιγραφόμενον Παροιμίαι: ἐξ οὗ καὶ παρατίθεται τάδε ῾II 88 K':'
πέπρωθ᾽ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν
ὄπτα μύκητας πρινίνους τουσδὶ δύο.
ὅτι Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς ἐν τοῖς
ἐγὼ γὰρ εἰ τῶν ὑμετέρων φάγοιμί τι,
μύκητας ὠμοὺς ἂν φαγεῖν <ἐμοὶ> δοκῶ
καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.