previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
φησὶν Συρακούσιος ποιητής Theocr. XI 58':' οὐχ ἅμα μὲν οὖν πάντα παρασκευάζεσθαι δυνατόν, λέγεσθαι δὲ ῥᾴδιον.

ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ Τιμαχίδας Ῥόδιος δι᾽ ἐπῶν ἐν ἕνδεκα βιβλίοις καὶ πλείοσι καὶ Νουμήνιος <> Ἡρακλεώτης, Διεύχους τοῦ ἰατροῦ μαθητής, καὶ Ματρέας Πιταναῖος παρῳδὸς καὶ Ἡγήμων Θάσιος ἐπικληθεὶς Φακῆ, ὃν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τινὲς ἐντάττουσιν.

ὅτι Ἀρτεμίδωρος Ψευδαριστοφάνειος ὀψαρτυτικὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκαδίου Δείπνου Πλάτων κωμῳδιοποιὸς μέμνηται I 646 K':'

ἐγὼ δ᾽ ἐνθάδ᾽ ἐν τῇ ἐρημίᾳ
τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον
πρὸς ἐμαυτόν. Β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί;
Α. Φιλοξένου καινή τις ὀψαρτυσία.
Β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. Α. ἄκουε δή.
ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ᾽ ἐπὶ θύννον.'
Β. ἐπὶ θύννον; οὐκοῦν [τῆς τελευτῆς] πολὺ
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
Α.βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας
ὡς πλείστους διάτρωγε: τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ.
καὶ τάδε μὲν δὴ ταῦτα: θαλάσσης δ᾽ ἐς τέκν᾽ ἄνειμι.'
εἶτα μετὰ μικρόν:
οὐδὲ λοπὰς κακόν ἐστιν: ἀτὰρ τὸ τάγηνον ἄμεινον,
οἶμαι.
καὶ μετ᾽ ὀλίγα:
ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε
μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ,
ἀλλ᾽ ὅλον ὀπτήσας παράθες: πολλὸν γὰρ ἄμεινον.
πουλύποδος πλεκτὴ δ᾽, ἂν πιλήσῃς κατὰ καιρόν,
ἑφθὴ τῆς ὀπτῆς, ἢν μείζων, πολὺ κρείττων:
ἢν ὀπταὶ δὲ δύ᾽ ὦσ᾽, ἑφθῇ κλαίειν ἀγορεύω.
τρίγλη δ᾽ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι:
παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
σκορπίος αὖΒ. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), IDA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: