previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦσαν δ᾽ αἱ τῶν ἀκρατοποτῶν ἐπιχύσεις, ὥς φησι Θεόφραστος ἐν τῷ περὶ μέθης fr. 118 W',' οὐ παλαιαί: ἀλλ᾽ ἦν ἀπ᾽ ἀρχῆς τὸ μὲν σπένδειν ἀποδεδομένον τοῖς θεοῖς, δὲ κότταβος τοῖς ἐρωμένοις. ἐχρῶντο γὰρ ἐπιμελῶς τῷ κοτταβίζειν ὄντος τοῦ παιγνίου Σικελικοῦ, καθάπερ καὶ Ἀνακρέων Τήιος πεποίηκε fr. 53 B':'
Σικελὸν κότταβον ἀγκύλῃ λατάζων.
διὸ καὶ τὰ σκολιὰ καλούμενα μέλη τῶν ἀρχαίων ποιητῶν πλήρη ἐστί: λέγω δ᾽ οἷον καὶ Πίνδαρος πεποίηκε fr. 128':'
Χάριτάς τ᾽ Ἀφροδισίων ἐρώτων,
ὄφρα σὺνχειμαμάρωι μεθύων Ἀγάθωνι δὲ βάλω
κότταβον.
τοῖς δὲ τετελευτηκόσι τῶν φίλων ἀπένεμον τὰ πίπτοντα τῆς τροφῆς ἀπὸ τῶν τραπεζῶν: διὸ καὶ Εὐριπίδης περὶ τῆς Σθενεβοίας φησίν, ἐπειδὴ νομίζει τὸν Βελλεροφόντην τεθνάναι fr. 667 N':'
πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός,
ἀλλ᾽ εὐθὺς αὐδᾷτῷ Κορινθίῳ ξένῳ᾽.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: