previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διαβόητος δ᾽ ἑταίρα γέγονε καὶ Μιλησία Πλαγγών: ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις Κολοφώνιος νεανίσκος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν. λόγους οὖν προσενέγκαντος τοῦ νεανίσκου πρὸς αὐτὴν Πλαγγὼν ἀκούουσα τῆς Βακχίδος τὸ κάλλος καὶ ἀποτρέψαι θέλουσα τὸν νεανίσκον τοῦ πρὸς αὑτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον διαβόητον ὄντα. δὲ σφοδρῶς ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον. καὶ Βακχὶς τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου ἔδωκε. Πλαγγὼν δὲ τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε. καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν. ἐφ᾽ οἷς Ἴωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ περὶ Ἀναθημάτων FHG IV 452',' Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα. μαρτυρεῖ δὲ καὶ Ἀρχίλοχος περὶ αὐτῆς ἐν τούτοις fr. 19 B4':'
συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας,
εὐήθης ξείνων δέκτρια Πασιφίλη.
ὅτι δὲ καὶ Μένανδρος ποιητὴς ἤρα Γλυκέρας κοινόν: ἐνεμεσήθη δέ. Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος II 534 K',' ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς fr. 945'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: