ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνουΜυρτίλος: ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ Εὐβούλου ἰαμβεῖα τάδε ῾ib. 194':'
ὁ θεοῖσιν ἐχθρὸς
τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς,ἐπεὶ δὲ πεπαιδευμένος ἦν ὁ νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος Ἀντιφάνους τάδε ῾II 79 K':'
πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος,
ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.
παῖς ὢν μετ᾽ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε
ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου,
Σύρος τὸ γένος ὤν. περιτυχὼν δ᾽ ἡμῖν ὁδὶ
κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,
ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν,
τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν,
μηδ᾽ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν
ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.'