καταμαθὼν δὲ κειμένην θερμὴν σκάφηνΕΣΧΑΡΙΤΗΣ. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ ῾II 411 K':'
θερμῶν ἰπνιτῶν ἤσθιον.
λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ;καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ ῾IV 565 M':'
τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν.
καὶ σκάφην λαβών τιναΛυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ συγκρίνων τὰ Ἀθήνησι γινόμενα τῶν ἐδωδίμων πρὸς τὰ ἐν Ῥόδῳ φησίν: ‘ἔτι δὲ σεμνυνομένων παρ᾽ ἐκείνοις τῶν ἀγοραίων ἄρτων, ἀρχομένου μὲν τοῦ δείπνου καὶ μεσοῦντος οὐθὲν λειπομένους ἐπιφέρουσιν: ἀπειρηκότων δὲ καὶ πεπληρωμένων ἡδίστην ἐπεισάγουσι διατριβὴν τὸν διάχριστον ἐσχαρίτην καλούμενον, ὃς οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐνθρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος θαυμαστόν τι συντελεῖ: καθάπερ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα.'
τῶν ἐσχαριτῶν τῶν καθαρῶν.
ΑΤΑΒΥΡΙΤΗΝ. Σώπατρος ἐν Κνιδίᾳ:ἐν η# Δηλιάδος ῾FHG IV 494' 'λέγων ταῖς θεσμοφόροις γίνεσθαι. εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια ἐπιλεγόντων τῶν φερόντων:
Ἀταβυρίτης δ᾽ ἄρτος ἦν πλησίγναθος.
ΑΧΑΙΝΑΣ. τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος
ἀχαΐνην στέατος ἔμπλεων τράγον.ἐν Γήρᾳ: ποιεῖ δὲ λέγουσαν ἀρτόπωλιν διηρπασμένων αὐτῆς τῶν ἄρτων ὑπὸ τῶν τὸ γῆρας ἀποβαλλόντων ῾I 422 K':'
ΚΡΙΒΑΝΙΤΗΝ. τούτου μνημονεύει Ἀριστοφάνης
τουτὶ τί ἦν τὸ πρᾶγμα; Β. θερμούς, ὦ τέκνον.ΕΓΚΡΥΦΙΑΝ. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ ῾II 223 K' 'καὶ ὁ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν ῾p. 111 f' 'τὸ μαρτύριον παραθήσομαι.
Α. ἀλλ᾽ ἦ παραφρονεῖς; Β. κριβανίτας, ὦ τέκνον.
Α. τί κριβανίτας; Β. πάνυ δὲ λευκούς, ὦ τέκνον.
ΔΙΠΥΡΟΝ. Εὔβουλος ἐν Γανυμήδει.Ἀλκαῖος Γανυμήδει ῾I 757 K'.' ΛΑΓΑΝΟΝ. τοῦτο ἐλαφρόν τ᾽ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ΕΠΑΝΘΡΑΚΙΣ καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων ῾843':'
διπύρους τε θερμούς. Β. οἱ δίπυροι δ᾽ εἰσὶν τίνες;
Β. ἄρτοι τρυφῶντες,
λάγανα πέττεται,τῆς δ᾽ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν α# Ὑγιεινῶν οὑτωσὶ λέγων: ‘ἡ δ᾽ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.' ἔοικε δὲ καὶ οὗτος ἐπ᾽ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρ᾽ Ἀττικοῖς ἐγκρυφίας: ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.