previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πόθεν δὲ ὑμῖν, σοφώτατοι, ἐπῆλθε καὶ ὀψολόγος Δωρίων, ὡς καὶ συγγραφεύς τις γενόμενος; ὃν ἐγὼ κρουματοποιὸν οἶδα ὀνομαζόμενον καὶ φίλιχθυν, συγγραφέα δὲ οὔ. ὡς μὲν οὖν κρουματοποιοῦ μνημονεύει Μάχων κωμῳδιοποιὸς οὕτως:
κρουματοποιὸς Δωρίων ποτ᾽ εἰς Μυλῶν
ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην
δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί,
πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον,
ἰδών τ᾽ ἐκεῖ θύοντα τὸν νεωκόρον,
πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον,
ἐστὶν νεώς, βέλτιστε, φησίν, οὑτοσί;
δ᾽ εἶπεν αὐτῷΖηνοποσειδῶνος, ξένε.'
Δωρίων δὲπῶς ἂν οὖν ἐνταῦθ᾽, ἔφη,
δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ
καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο;
Λυγκεὺς δ᾽ Σάμιος, Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ τυραννήσαντος τῆς πατρίδος, ἐν τοῖς ἀποφθέγμασιν: ‘Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα, ‘ὥσπερ ἂν εἴ τις, ἔφη, ἑφθὸν τρίβωνα ἐσθίοι᾽. ἐπαινοῦντος δ᾽ ἄλλου τὰ τῶν θύννων ὑπογάστριακαὶ μάλα, ἔφη: δεῖ μέντοι γε ἐσθίειν αὐτά, ὥσπερ ἐγὼ ἐσθίω.' εἰπόντος δὲπῶς;ἡδέωσ᾽ ἔφη. τοὺς δὲ καράβους ἔφη τρία ἔχειν, διατριβὴν καὶ εὐωχίαν καὶ θεωρίαν. ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ Νικοκρέων ἔφη: ‘ἐὰν βούλῃ, αὐτὸς τεχνίτης ποιήσει σοι ἕτερον.' ‘σοί γε, ἔφη, ἐμοὶ δὲ τοῦτο δός,' οὐκ ἀνοήτως γε τοῦτο φήσας αὐλητής: λόγος γὰρ παλαιὸς ὡς ὅτι
ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν,
ἀλλ᾽ ἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: