previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐκ ἀγνοῶν δὲ καὶ περὶ Δηλίων Ἀπολλόδωρος Ἀθηναῖος εἴρηκεν ὅτι μαγείρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγινομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ τῶν πράξεων ὀνόματα Μαγίδες καὶ Γογγύλοι, ἐπειδὴ τὰς μάζας, φησὶν Ἀριστοφάνης Pac. 27',' ἐν ταῖς θοίναις δι᾽ ἡμέρας τρίβοντες παρεῖχον ὥσπερ [ἐν] γυναιξὶ γογγύλας μεμαγμένας. καλοῦνται δὲ καὶ μέχρι νῦν τινες αὐτῶν Χοίρακοι καὶ Ἀμνοὶ καὶ Ἀρτυσίλεῳ καὶ Σήσαμοι καὶ Ἀρτυσίτραγοι καὶ Νεωκόροι καὶ Ἰχθυβόλοι, τῶν δὲ γυναικῶν Κυμινάνθαι, κοινῇ δὲ πάντες Ἐλεοδύται διὰ τὸ τοῖς ἐλεοῖς ὑποδύεσθαι διακονοῦντες ἐν ταῖς θοίναις. ἐλεὸς δ᾽ ἐστὶν μαγειρικὴ τράπεζα. Ὅμηρος:

αὐτὰρ ἐπεί ῥ᾽ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔθηκε.

ὅθεν καὶ Πολυκράτων Κρίθωνος Ῥηναιεὺς δίκην γραφόμενος οὐ Δηλίους αὐτοὺς ὀνομάζει, ἀλλὰ τὸ κοινὸν τῶν Ἐλεοδυτῶν ἐπῃτιάσατο. καὶ τῶν Ἀμφικτυόνων δὲ νόμος κελεύει ὕδωρ παρέχειν ἐλεοδύτας, τοὺς τραπεζοποιοὺς καὶ τοὺς τοιούτους διακόνους σημαίνων. Κρίτων δ᾽ κωμῳδιοποιὸς ἐν Φιλοπράγμονι παρασίτους τοῦ θεοῦ καλεῖ τοὺς Δηλίους διὰ τούτων IV 537 M':'
Φοίνικα μεγάλου κύριον βαλλαντίου
ναύκληρον ἐν τῷ λιμένι ποιήσας ἄπλουν
καὶ φορμιῶσαι ναῦς ἀναγκάσας δύο,
εἰς Δῆλον ἐλθεῖν ἠθέλησ᾽ ἐκ Πειραιῶς,
πάντων ἀκούων διότι παρασίτῳ τόπος
οὗτος τρία μόνος ἀγαθὰ κεκτῆσθαι δοκεῖ,
εὔοψον ἀγοράν, παντοδαπὸν ὁρμοῦντ᾽ ὄχλον,
αὐτοὺς παρασίτους τοῦ θεοῦ τοὺς Δηλίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: