previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Κύνουλκος ὀργισθεὶςγάστρων, ἔφη, καὶ κοιλιόδαιμον ἄνθρωπε, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν, κεῖται, οὐ κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων,
ὡς ἀν᾽ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν
ἀεὶ διατρίβων, ἀνθέων τῶν ἡδίστων μηδὲν συναθροίζων. οὐ σὺ εἶ καὶ τὴν ὑπὸ Ῥωμαίων καλουμένην στρήναν κατά τινα πατρίαν παράδοσιν λεγομένην καὶ διδομένην τοῖς φίλοις ἐπινομίδα καλῶν; καὶ εἰ μὲν τὴν Πλάτωνος ζηλώσας, μαθεῖν βουλόμεθα ....: εἰ δὲ παρά τινι οὕτως εὑρὼν λεγομένην, ἐμφάνισον τὸν εἰπόντα. ἐγὼ γὰρ οἶδα ἐπινομίδα καλουμένην καὶ μέρος τι τῆς τριήρους, ὡς Ἀπολλώνιος ἐν Τριηρικῷ παρατέθειται. οὐ σὺ εἶ καὶ τὸν καινὸν καὶ οὐδέπω ἐν χρείᾳ γενόμενον φαινόληνεἴρηται γάρ, βέλτιστε, καὶ φαινόληςεἰπώνπαῖ Λεῦκε, δός μοι τὸν ἄχρηστον φαινόλην.' εἰς βαλανεῖον δέ ποτε πορευόμενος οὐκ ἔφης πρὸς τὸν πυνθανόμενονποῖ δή;ἀπολούμενος, ἦν δ᾽ ἐγώ, ἐπείγομαι; κἀκείνης σοι τῆς ἡμέρας καλὸς κανυσῖνος ὑπὸ λωποδυτῶν ἀνηρπάσθη, ὡς γέλωτα πάμπολυν ἐν τῷ βαλανείῳ γενέσθαι ἀχρήστου ζητουμένου φαινόλου. ἄλλοτε δέ, ἑταῖροι φίλτατοιπρὸς γὰρ ὑμᾶς εἰρήσεται τἀληθῆπροσέπταισε λίθῳ καὶ τὴν κνήμην ἔλυσε: θεραπευθεὶς οὖν προῄει καὶ πρὸς τοὺς πυνθανομένουςτί τοῦτο, Οὐλπιανέ;ὑπώπιον᾽ ἔλεγε. κἀγὼξυνῆν γὰρ αὐτῷτότε τὸν γέλωτα φέρειν οὐ δυνάμενος παρά τινι τῶν φίλων ἰατρῷ ὑπαλειψάμενος τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς παχεῖ φαρμάκῳ πρὸς τοὺς πυνθανομένουςτί δὲ σύ;πρόσκομμα᾽ ἔφασκον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: