τά τ᾽ ἄλλα δεινούς φασι τοὺς ΑἰγυπτίουςἈναξανδρίδης δ᾽ ἐν Πόλεσι πρὸς τοὺς Αἰγυπτίους ἀποτεινόμενος τὸν λόγον φησίν ῾II 150 K':'
εἶναι τὸ νομίσαι τ᾽ ἰσόθεον τὴν ἔγχελυν:
πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα.
τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ᾽ ἡμῖν τυχεῖν,
τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα
ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον:
οὕτως ἔσθ᾽ ἅγιον παντελῶς τὸ θηρίον.
οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ:Τιμοκλῆς δ᾽ ἐν Αἰγυπτίοις ῾II 451 K':'
οὔθ᾽ οἱ τρόποι γὰρ ὁμονοοῦσ᾽ οὔθ᾽ οἱ νόμοι
ἡμῶν, ἀπ᾽ ἀλλήλων δὲ διέχουσιν πολύ.
βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς:
τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα,
ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ:
οὐκ ἐσθίεις ὕει᾽, ἐγὼ δέ γ᾽ ἥδομαι
μάλιστα τούτοις: κύνα σέβεις, τύπτω δ᾽ ἐγώ,
τοὔψον κατεσθίουσαν ἡνίκ᾽ ἂν λάβω.
τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος
εἶναι, παρ᾽ ὑμῖν δ᾽, ὡς ἔοικ᾽, ἀπηργμένους.
τὸν αἰέλουρον κακὸν ἔχοντ᾽ ἐὰν ἴδῃς
κλαίεις, ἐγὼ δ᾽ ἥδιστ᾽ ἀποκτείνας δέρω.
δύναται παρ᾽ ὑμῖν μυγαλῆ, παρ᾽ ἐμοὶ δέ γ᾽ οὔ.
πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων;
ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς
ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην,
τίν᾽ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;