previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιοῦτοί τινές εἰσιν, ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς [τοῦ] θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις δ᾽ ἐν α# Σικελικῶν FHG lI 82' 'τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν καὶ τὸν χοῖρον ἴακχον. τοιοῦτος ἦν καὶ Ἀλέξαρχος Κασσάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, τὴν Οὐρανόπολιν καλουμένην κτίσας. ἱστορεῖ δὲ περὶ αὐτοῦ Ἡρακλείδης Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν ἱστοριῶν λέγων οὕτως FHG III 169':' ‘Ἀλέξαρχος τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλέων καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασσανδρέων δὲ ἄρχουσι τοιαῦτά ποτ᾽ ἐπέστειλε: ‘Ἀλέξαρχος Ὁμαιμέων πρόμοις γαθεῖν. τοὺς ἡλιοκρεῖς οἰῶν οἶδα λιπουσαθεωτων ἔργων κρατιτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεουπογαις χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς.' τί δὲ ἐπιστολὴ αὕτη δηλοῖ νομίζω 'γὼ μηδὲ τὸν Πύθιον διαγνῶναι. κατὰ γὰρ τὸν Ἀντιφάνους Κλεοφάνη II 58 K':'
τὸ δὲ τυραννεῖν ἐστιν;
τί ποτε τὸν σπουδαῖον ἀκολουθεῖν ἐρεῖς
ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία
λεπτῶν, ἀσίτων, συκίνων, λέγονθ᾽ ὅτι
τὸ πρᾶγμα τοῦτ᾽ οὐκ ἔστιν, εἴπερ γίνεται,
οὐδ᾽ ἔστι γάρ πω γινόμενον γίνεται,
οὐτ᾽ εἰ πρότερον ἦν, ἔστιν γε νῦν γίνεται,
ἔστιν γὰρ οὐκ ὂν οὐδέν: δὲ μὴ γέγονέ πω,
οὐκ ἔστ᾽ ἕωσπερ γέγονε [ὃ δὲ μὴ γέγονέ πω].
ἐκ τοῦ γὰρ εἶναι γέγονεν: εἰ δ᾽ οὐκ ἦν ὅθεν,
πῶς ἐγένετ᾽ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ.
εἰ δ᾽ αὖ ποθέν ποι γέγονεν, οὐκ ἔσται
κηποι δεποτις εἴη, πόθεν γενήσεται
τοὐκ ὂν εἰς οὐκ ὄν: εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται.
ταυτὶ δ᾽ τι ἐστὶν οὐδ᾽ ἂν Ἀπόλλων μάθοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: