previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΜΥΡΑΙΝΑΙ. Θεόφραστος ἐν τῷ #] περὶ τῶν ἐν τῷ ξηρῷ διαιτωμένων fr. 171, 4 W' 'ἔγχελύν φησιν καὶ μύραιναν πολὺν χρόνον δύνασθαι ἔξω τοῦ ὑγροῦ ζῆν διὰ τὸ μικρὰ ἔχειν βράγχια καὶ ὀλίγον δέχεσθαι τὸ ὑγρόν. τροφίμους δ᾽ αὐτὰς εἶναί φησιν Ἱκέσιος οὐχ ἧττον τῶν ἐγχέλεων, ἀλλὰ καὶ τῶν γόγγρων. Ἀριστοτέλης δὲ ἐν δευτέρῳ ζῴων μορίων p. 310 R' 'ἐκ μικροῦ φησιν αὐτὴν ταχεῖαν τὴν αὔξησιν λαμβάνειν καὶ εἶναι καρχαρόδουν τίκτειν τε πᾶσαν ὥραν μικρὰ ᾠά. Ἐπίχαρμος δ᾽ ἐν Μούσαις χωρὶς τοῦς1〉 μυραίνας αὐτὰς καλεῖ οὑτωσὶ λέγων p. 239 L':'
οὔτε γόγγρων <ὦν> τι παχέων οὔτε μυραινᾶν ἀπῆς.
ὁμοίως δὲ καὶ Σώφρων fr. 68 Bo'.' Πλάτων δ᾽ Κάνθαρος ἐν τῇ Συμμαχίᾳ I 640 K' 'σὺν τῷς1〉:
βατίς τε καὶ σμύραινα
πρόσεστιν.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων τὴν ποταμίαν φησὶ μύραιναν ἔχειν μίαν ἄκανθαν μόνην, ὁμοίαν τῷ ὀνίσκῳ τῷ καλουμένῳ γαλλαρίᾳ. Ἀνδρέας δ᾽ ἐν τῷ περὶ δακέτων τῶν μυραινῶν φησιν δακούσας ἀναιρεῖν τὰς ἐξ ἔχεως, εἶναι δ᾽ αὐτὰς ἧττον καὶ περιφερεῖς <καὶ> ποικίλας. Νίκανδρος δ᾽ ἐν Θηριακῷ 823':'
μυραίνης δ᾽ ἔκπαγλον, ἐπεὶ μογεροὺς ἁλιῆας
πολλάκις ἐμβρύξασα κατεπρήνιξεν ἐπάκτρων
εἰς ἅλα φυζηθέντας, ἐχετλίου ἐξαναδῦσα:
εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι
θόρνυσθαι, προλιποῦσαν ἁλὸς νόμον, ἠπείροισιν.
Ἀνδρέας δ᾽ ἐν τῷ περὶ τῶν ψευδῶς πεπιστευμένων ψεῦδός φησιν εἶναι τὸ μύραιναν ἔχει μίγνυσθαι προερχομένην ἐπὶ τὸ τεναγῶδες: οὐδὲ γὰρ ἐπὶ τενάγους ἔχεις νέμεσθαι, φιληδοῦντας ἀμμώδεσιν ἐρημίαις. Σώστρατος δὲ ἐν τοῖς περὶ ζῴων ῾ἐστὶ δὲ δύο ταῦτα βιβλίἀ συγκατατίθεται τῇ μίξει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: