previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΥΩΝ ΚΑΡΧΑΡΙΑΣ. περὶ τούτων φησὶν Ἀρχέστρατος τῶν ὀψοφάγων Ἡσίοδος Θέογνις: ἦν δὲ καὶ Θέογνις περὶ ἡδυπάθειαν, ὡς αὐτὸς περὶ αὑτοῦ φησιν διὰ τούτων 997 B':'
τῆμος δ᾽ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων,
δείπνου δὴ λήγοιμεν, ὅσου τινὰ θυμὸς ἀνώγοι
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι.
χέρνιβα δ᾽ αἶψα θύραζε φέροι, στεφανώματα δ᾽ εἴσω
εὐειδὴς ῥαδινῇς χερσὶ Λάκαινα κόρη.
οὐδὲ τὸ παιδεραστεῖν ἀπαναίνεται σοφὸς οὗτος: λέγει γοῦν 993 B':'
εἶτ᾽ εἴησα καλὴν μὲν ἐφίμερον ὕμνον ἀείδειν,
ἆθλον δ᾽ ἐν μέσσῳ παῖς καλὸς ἄνθος ἔχων
σοί τ᾽ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηριόωσι,
γνοίης χ᾽ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
δ᾽ οὖν Ἀρχέστρατος ἐν ταῖς καλαῖς ταύταις ὑποθήκαις παραινεῖ fr. 28 R':'
ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ
τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν.
εἶτα κυμίνῳ ταῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα:
ἄλλο δ᾽ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς,
εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δ᾽ ὀπτὰ γένηται,
ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνα μετ᾽ αὐτοῦ.
ὅσσα δ᾽ ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς,
μήθ᾽ ὕδατος πηγὴν .... μήτ᾽ οἴνινον ὄξος
συμμίξῃς, ἀλλ᾽ αὐτὸ μόνον κατάχευον ἔλαιον
αὐχμηρόν τε κύμινον, ὁμοῦ δ᾽ εὐώδεα φύλλα.
ἕψε δ᾽ ἐπ᾽ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν
καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε.
ἀλλ᾽ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα
οὐδ᾽ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη
ψυχὴν κέκτηνται θνητῶν εἰσίν τ᾽ ἀπόπληκτοι
ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ
ἰχθὺς σάρκα φιλεῖ βροτέαν, ἄν που περικύρσῃ.
τούτου τοῦ ἰχθύος μέρος ἐστὶ καὶ ὑπὸ Ῥωμαίων καλούμενος θυρσίων, ἥδιστος ὢν καὶ τρυφερώτατος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: