ἐπεὶ δ᾽ ἡ ῬόδηΔιονύσιος δ᾽ ὁ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου ῾FHG II 10' 'τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. φησὶ γὰρ ὡς Ὀδυσσεὺς πληρώσας κυμβίον ἀκράτου ὤρεξε τῷ Κύκλωπι. οὐκ ἔστι δὲ μικρὸν τὸ διδόμενον αὐτῷ κισσύβιον παρ᾽ Ὁμήρῳ ῾Od. 9.346':' οὐ γὰρ ἂν τρὶς πιὼν μέγιστος ὢν τὸ σῶμα ταχέως ἂν ὑπὸ τῆς μέθης κατηνέχθη. τοῦ κυμβίου μνημονεύει καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ῾158' 'ἀκολουθεῖν αὐτῷ φάσκων ῥυτὰ καὶ κυμβία. <καὶ πάλιν ἐν τῷ αὐτῷ ῾133':' ‘ἐπ᾽ ἀστράβης δὲ ὀχούμενος ἐξ Ἀργούρας τῆς Εὐβοίας, χλανίδας δ᾽ ἐπ᾽ ὄχου καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνοντο οἱ πεντηκοστολόγοι.‘> καὶ ἐν τῷ κατὰ Εὐέργου καὶ Μνησιβούλου ῾58'.' φησὶ δὲ Δίδυμος ὁ γραμματικὸς ῾p. 75 Schm' 'ἐπίμηκες εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ <ὃ καλεῖται κύμβη>. καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις ῾II 136 K':'
κυμβίον ἀκράτου κατασέσειχ᾽ ὑμᾶς ἄνω.
μεγάλ᾽ ἴσως [ποτήρια]Ἄλεξις Ἱππεῖ ῾II 328 K':'
προπινόμενα καὶ μέστ᾽ ἀκράτου κυμβία
ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν.
τά τε κυμβία
<ἆρ᾽> ἦν πρόσωπ᾽ ἔχοντα χρυσᾶ παρθένων;
Β. νὴ τὸν Δί᾽, ἦν γάρ. Α. ὦ τάλαιν᾽ ἐγὼ κακῶν.