previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γεγόνασι δὲ καὶ οἵδε ὀψοφάγοι. Ἀνταγόρας μὲν ποιητὴς οὐκ εἴα τὸν παῖδα ἀλεῖψαι τὸν ἰχθύν, ἀλλὰ λοῦσαι, ὥς φησιν Ἡγήσανδρος FHG IV 416':' ‘ἐν δὲ στρατοπέδῳ ἕψοντι, φησίν, αὐτῷ γόγγρων λοπάδα καὶ περιεζωσμένῳ Ἀντίγονος βασιλεὺς παραστὰςἆρά γε, εἶπεν, Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι γόγγρους ἕψοντα; κἀκεῖνον οὐ φαύλως εἰπεῖν: ‘σὺ δὲ οἴει, φησί, τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει; ὄρνιν δὲ ἕψων ποτὲ Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δ᾽ εἰπόντος ὅτι μήτηρ τηρήσει, ‘ἐγὼ οὖν, εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω; καὶ Ἀνδροκύδης δ᾽ Κυζικηνὸς ζωγράφος φίλιχθυς ὤν, ὡς ἱστορεῖ Πολέμων fr. 66 Pr',' ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας ὡς καὶ τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: