ὁ διαγρυπνήσας [τὸν πυραμοῦντα] λήψεταιἐγίνετο δὲ καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες: καὶ διωνομάζετο τὰ πεμμάτια τότε χαρίσιοι ἀπὸ τῆς τῶν ἀναιρουμένων χαρᾶς. μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι λέγων οὑτωσί ῾II 165 K':'
τὰ κοττάβια καὶ τῶν παρουσῶν ἣν θέλει φιλήσει.
καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια.εἶθ᾽ ἑξῆς φησιν:
ἐξεπήδησ᾽ ἀρτίως πέττουσα τὸν χαρίσιον.ὅτι δὲ καὶ φίλημα ἦν ἆθλον ἑξῆς λέγει ὁ Εὔβουλος:
εἶεν γυναῖκες: νῦν ὅπως τὴν νύχθ᾽ ὅληνὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις ὁ κότταβος δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ Ἀλκαίου ῾FHG II 246'.' οὐκ ἀπεικότως οὖν οὐδ᾽ ὁ Καλλίμαχος Σικελὴν τὴν λάταγα προσηγόρευσεν. μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ ὁ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων ῾fr. 3 B':'
ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε
θήσω δὲ νικητήριον τρεῖς ταινίας
καὶ μῆλα πέντε καὶ φιλήματ᾽ ἐννέα.
κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες
ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου
κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες
ἐς σφαίρας κυλίκων: καὶ πρὶν ἐκεῖνον ἰδεῖν,
ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην,
εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτέταται.