previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος Περγαμηνὸς ἐν τῷ περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι Πλούτῳ p. 225 L' 'παρὰ πότον αὐτὸν εἰσήγαγεν οὑτωσὶ λέγων:
ἀλλ᾽ ἄλλος ἔστειχ᾽ ὧδε τοῦδε κατὰ πόδας,
τὸν ῥᾳδίως λαψῇ τυ καιτοίνυν γαθην
εὔωνον ἀείσιτον. Β. ἀλλ᾽ ἔμπας ὅδε
ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον.
καὶ αὐτὸν ποιεῖ τὸν παράσιτον λέγοντα τοιάδε πρὸς τὸν πυνθανόμενον:
συνδειπνέων τῷ λῶντι, καλέσαι δεῖ μόνον,
καὶ τῷ γα μὴ λιῶντι, κωὐδὲν δεῖ καλεῖν:
τηνεὶ δὲ χαρίης τ᾽ εἰμὶ καὶ ποιέω πολὺν
γέλωτα καὶ τὸν ἱστιῶντ᾽ ἐπαινέω.
καἴ κά τις ἀντίον λίῃ τήνῳ λέγειν,
τήνῳ κυδάζομαί τε κἀπ᾽ ὦν ἠχθόμαν.
κἤπειτα πολλὰ καταφαγών, πόλλ᾽ ἐμπιὼν
ἄπειμι: λύχνον δ᾽ οὐχ παῖς μοι συμφέρει:
ἕρπω δ᾽ ὀλισθράζων τε καὶ κατὰ σκότος
ἔρημος: αἴ κα δ᾽ ἐντύχω τοῖς περιπόλοις,
τοῦθ᾽ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς ὅτι
οὐ λῶντι πλεῖον, ἀλλὰ μαστιγῶντί με.
ἐπεὶ δέ χ᾽ εἵκω οἴκαδις καταφθαρείς,
ἄστρωτος εὕδω: καὶ τὰ μὲν πρῶτ᾽ οὐ κοῶ,
ἇς κά μ᾽ ἄκρατος οἶνος ἀμφέπῃ φρένας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: