previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΓΧΥΤΩΝ δὲ πλακούντων μνημονεύει Μένανδρος μὲν ἐν Ψευδηρακλεῖ III 148 K':'
οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ᾽ οἷα σὺ
εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι,
σεμίδαλιν, ᾠά: πάντα γὰρ τἀναντία
νῦν ἐστιν: μάγειρος γὰρ ἐγχύτους ποιεῖ,
πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς:
δημιουργὸς δ᾽ ἀντιπαρατεταγμένη
κρεᾴδι᾽ ὀπτᾷ καὶ κίχλας.
Εὐάγγελος δὲ Ἀνακαλυπτομένῃ ib. 376':'
τέτταρας .... τραπέζας τῶν γυναικῶν εἶπά σοι,
ἓξ δὲ τῶν ἀνδρῶν: τὸ δὲ δεῖπνον ἐντελὲς καὶ μηδὲ ἓν
ἐλλιπές. λαμπροὺς γενέσθαι βουλόμεσθα τοὺς γάμους.
οὐ παρ᾽ ἑτέρου δεῖ πυθέσθαι: πάντα δ᾽ αὐτόπτης ἐρῶ.
τῶν μὲν ἐλαῶν ἄφελε πάνθ᾽ ὅσ᾽ ἂν βούλῃ γένη.
εἰς δὲ τὰ κρέα μόσχον ἔλαβες, δέλφακας, χοίρους, λαγώς:
Α. ὡς ἀλαζὼν κατάρατος. Β. θρῖα, τυρόν, ἐγχύτους.
Α. παῖ Δρόμων. Β. κάνδυλον ᾠά τ᾽, ἀμύλιον ....
τὸ πέρας, ὕψος τῆς τραπέζης πήχεων ἔσται τριῶν,
ὥστε τὸν δειπνοῦντ᾽ ἐπαίρειν, ἄν τι βούληται λαβεῖν.
ΑΜΗΣ πλακοῦντος γένος. Ἀντιφάνης II 130 K':'
ἄμητες, ἄμυλοι.
Μένανδρος ἐν Ὑποβολιμαίῳ III 141 K':'
τὸν ἄμητα, Χαίριππ᾽, οὐκ ἐᾷς πέττειν τινά.
Ἴωνες δέ, ὥς φησι Σιληνὸς ἐν ταῖς Γλώσσαις, ἄμην αὐτὸν καλοῦσιν, καὶ τοὺς μικροὺς ἀμητίσκους Τηλεκλείδης I 209, 1 v. 12 K':'
αὐτόμαται δὲ κίχλαι μετ᾽ ἀμητίσκων εἰς τὸν φάρυγ᾽
εἰσεπέτοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: