previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τί οὖν, οὐκ εἶχεν καὶ Σκιπίων καὶ Καῖσαρ οἰκέτας; εἶχον, ἀλλ᾽ ἐφύλασσον τοὺς πατρίους νόμους καὶ κεκολασμένως ἔζων τηροῦντες τὰ τῆς πολιτείας ἔθη. συνετῶν γάρ ἐστιν ἀνδρῶν ἐμμένειν τοῖς παλαιοῖς ζηλώμασιν, δι᾽ ὧν στρατευόμενοι κατεστρέφοντο τοὺς ἄλλους, [καὶ] λαμβάνοντες ἅμα τοῖς δοριαλώτοις καὶ εἴ τι χρήσιμον καὶ καλὸν ὑπῆρχε παρ᾽ ἐκείνοις εἰς μίμησιν: ὅπερ ἐν τοῖς πάλαι χρόνοις ἐποίουν οἱ Ῥωμαῖοι. διαφυλάττοντες γὰρ ἅμα καὶ τὰ πάτρια μετῆγον παρὰ τῶν χειρωθέντων εἴ τι λείψανον καλῆς ἀσκήσεως εὕρισκον, τὰ ἄχρηστα ἐκείνοις ἐῶντες, ὅπως μηδ᾽ εἰς ἀνάκτησιν ὧν ἀπέβαλον ἐλθεῖν ποτε δυνηθῶσι. παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκητικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο, Φοινίκων τε τὰ ναυτικὰ εὑρόντων τούτοις αὐτοὺς κατεναυμάχησαν. ἔλαβον δὲ καὶ παρὰ Τυρρηνῶν τὴν σταδίαν μάχην φαλαγγηδὸν ἐπιόντων, καὶ παρὰ Σαυνιτῶν δὲ ἔμαθον θυρεοῦ χρῆσιν, παρὰ δὲ Ἰβήρων γαίσων, καὶ ἄλλα δὲ παρ᾽ ἄλλων μαθόντες ἄμεινον ἐπεξειργάσαντο: μιμησάμενοί τε κατὰ πάντα τὴν Λακεδαιμονίων πολιτείαν διετήρησαν αὐτὴν μᾶλλον ἐκεῖνοι: νῦν δὲ τὴν ἐκλογὴν τῶν χρησίμων ποιούμενοι παρὰ τῶν ἐναντίων συναποφέρονται καὶ τὰ μοχθηρὰ ζηλώματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: