previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ἡμεῖς οὖν, Τιμόκρατες, ἀποδίδομέν σοι τὰ τῶν δειπνοσοφιστῶν λείψανα καὶ οὐ δίδομεν, ὡς Κοθωκίδης φησὶ ῥήτωρ 3, 83' 'Δημοσθένην χλευάζων, ὃς Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης ἐν Νεοττίδι II 80 K' 'παιδιὰν θέμενος ἐρεσχηλεῖ τόνδε τὸν τρόπον:
δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς
ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν
τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.
Ἄλεξις δὲ ἐν Στρατιώτῃ II 373 K':'
ἀπόλαβε
τουτί. Β. τί τοῦτο δ᾽ ἐστίν; Α. παρ᾽ ὑμῶν ἐγὼ
παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν.
Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γὰρ
ἡμέτερον. Β. οὐδ᾽ ἡμέτερον. Α. ἀλλ᾽ ἐδώκατε
ὑμεῖς ἐμοὶ τοῦτ᾽. Β. οὐδ᾽ ἐδώκαμεν. Α. τί δαί;
Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκόν μοι λαβεῖν;
καὶ ἐν Ἀδελφοῖς II 299 K':'
ἐγὼ δέδωκα γὰρ τί ταύταις; εἰπέ μοι.
Β. οὐκ, ἀλλ᾽ ἀπέδωκας ἐνέχυρον δήπου λαβών.
Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ II 265 K':'
καὶ τὰς παλαίστρας δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γε
δῷς, ἀλλ᾽ ἀπόδος. Α. καὶ δὴ φέρουσ᾽ ἐξέρχομαι.
Τιμοκλῆς δ᾽ ἐν Ἥρωσιν II 457 K':'
οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον
τὰ προσόντα φράζειν. Β. πάνυγε. Α. δράσω τοῦτό σοι.
καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης
ὀργιζόμενος. Β. ποῖος Βριάρεως;
Α. τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,
μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε
ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ᾽ Ἄρη βλέπων.
κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: