previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου ῾ὄργανον δὲ καὶ τοῦτο μουσικόν̓ προειρημένος Ἀρτέμων γράφει οὕτως ib. 342':' ‘ὅθεν πολλὰ τῶν ὀργάνων οὐδ᾽ εἰ γέγονέ ποτε γινώσκεται: καθάπερ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν δι᾽ ἣν δή ποτ᾽ οὖν αἰτίαν συντόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. ἦν δὲ παραπλήσιος μὲν Δελφικῷ τρίποδι καὶ τοὔνομ᾽ ἐντεῦθεν ἔσχεν, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο. τῶν γὰρ ποδῶν ἑστώτων ἐπί τινος βάσεως εὐστρόφου, καθάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται θέσεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἐνίων ἀποδούς: ἐξ ὧν καὶ τὴν φαντασίαν εἶχεν ἀστείαν καὶ τὸν ἦχον προσέβαλλεν ἁδρότερον. διένειμεν δὲ τὰς τρεῖς χώρας ταῖς τρισὶν ἁρμονίαις τῇ τε δωριστὶ καὶ φρυγιστὶ καὶ λυδιστί. καὶ καθεζόμενος αὐτὸς ἐπί τινος δίφρου περὶ ταυτὸν συμμέτρως ἔχοντα τῇ συστάσει, διείρας δὲ τὴν εὐώνυμον χεῖρα πρὸς τὴν ἐπιβολήν, [καὶ] τῇ ἑτέρᾳ χρησόμενος τῷ πλήκτρῳ, καθ᾽ ὁποίαν δὴ πρώτην ᾑρεῖτο τῶν ἁρμονιῶν μετέστρεφε τῷ ποδὶ τὴν βάσιν εὔτροχον [δ᾽] οὖσαν, καὶ πρὸς ἑτέραν πλευρὰν πάλιν ἐπιβάλλων ἐχρῆτο καὶ πάλιν ἑτέραν. οὕτω δ᾽ ὀξέως ὑπὸ τὴν χεῖρα προσῆγεν αὐτῷ τὰ συστήματα τῆς βάσεως εὐκινησία τῷ ποδὶ ψαυομένη καὶ τὴν χειροθεσίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν ὥστ᾽, εἴ τις μὴ συνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον κρίνοι, νομίζειν γ# κιθαρῶν ἀκούειν διαφόρως ἡρμοσμένων. καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: