ψάλλω δ᾽ εἴκοσι ...Ἴων δ᾽ ὁ Χῖος ἐν Ὀμφάλῃ ὡς περὶ αὐλῶν λέγει διὰ τούτων ῾fr. 23 N':'
χορδαῖσι μάγαδιν ἔχων: ὦ Λεύκασπι, σὺ δ᾽ ἡβᾷς.
Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς.ὅπερ ἐξηγούμενος ἰαμβεῖον Ἀρίσταρχος ὁ γραμματικός, ὃν μάντιν ἐκάλει Παναίτιος ὁ Ῥόδιος φιλόσοφος διὰ τὸ ῥᾳδίως καταμαντεύεσθαι τῆς τῶν ποιημάτων διανοίας, γένος αὐλοῦ φησιν εἶναι τὸν μάγαδιν, οὔτ᾽ Ἀριστοξένου τοῦτ᾽ εἰπόντος ἐν τοῖς περὶ Αὐλητῶν ἢ ἐν τοῖς περὶ Αὐλῶν καὶ Ὀργάνων, ἀλλὰ μὴν οὐδὲ Ἀρχεστράτου: πεποίηται γὰρ καὶ τούτῳ δύο βυβλία περὶ Αὐλητῶν. οὐκ εἶπεν δὲ τοῦτο οὐδὲ Πύρρανδρος ἐν τῷ περὶ Αὐλητῶν, οὐδὲ Φίλλις ὁ Δήλιος: ξυνέγραψε γὰρ καὶ οὗτος περὶ Αὐλητῶν καὶ Εὐφράνωρ. Τρύφων δ᾽ ἐν δευτέρῳ περὶ Ὀνομασιῶν λέγει οὕτως ῾fr. 110 V'.' ‘ὁ δὲ μάγαδις καλούμενος αὐλός.' καὶ πάλιν: ‘<ὁ> μάγαδις ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησίν ῾II 149 K':'
μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα.'τὴν ἀπορίαν οὖν μοι ταύτην οὐδεὶς ἄλλος δυνήσεται ἀπολύσασθαι, καλὲ Μασούριε, ἢ σύ.'