previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νικόλαος δ᾽ περιπατητικὸς ἐν τῇ δεκάτῃ καὶ ἑκατοστῇ τῶν Ἱστοριῶν FHG III 416' 'ΛΕΥΚΟΛΛΟΝ φησιν ἀφικόμενον εἰς Ῥώμην καὶ θριαμβεύσαντα λόγον τε ἀποδόντα τοῦ πρὸς Μιθριδάτην πολέμου ἐξοκεῖλαι εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης τρυφῆς τε πρῶτον εἰς ἅπαν Ῥωμαίοις ἡγεμόνα γενέσθαι, καρπωσάμενον δυεῖν βασιλέων πλοῦτον Μιθριδάτου καὶ Τιγράνου. διαβόητος δ᾽ ἦν παρὰ Ῥωμαίοις καὶ ΣΙΤΤΙΟΣ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ, ὥς φησι Ῥουτίλιος ib. 200'.' περὶ γὰρ Ἀπικίου προειρήκαμεν IV p. 168d'.' Παυσανίαν δὲ καὶ ΛΥΣΑΝΔΡΟΝ ἐπὶ τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι. διόπερ καὶ Ἆγις ἐπὶ Λυσάνδρου ἔφη ὅτιδεύτερον τοῦτον Σπάρτη φέρει Παυσανίαν.' Θεόπομπος δὲ ἐν τῇ δεκάτῃ τῶν Ἑλληνικῶν FHG I 281' 'τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτιφιλόπονος ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων. γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: