previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν β# περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν FHG IV 514' 'γράφων οὕτως: ‘εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν Ῥόδιοι καλοῦσιν, γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι:
ἦλθ᾽, ἦλθε χελιδὼν
καλὰς ὧρας ἄγουσα,
καλοὺς ἐνιαυτούς,
ἐπὶ γαστέρα λευκά,
ἐπὶ νῶτα μέλαινα.
παλάθαν σὺ προκύκλει
ἐκ πίονος οἴκου
οἴνου τε δέπαστρον
τυροῦ τε κάνυστρον.
καὶ πυρῶν
χελιδὼν καὶ λεκιθίταν
οὐκ ἀπωθεῖται. πότερ᾽ ἀπίωμες λαβώμεθα;
εἰ μέν τι δώσεις: εἰ δὲ μή, οὐκ ἐάσομεν,
τὰν θύραν φέρωμες θοὐπέρθυρον
τὰν γυναῖκα τὰν ἔσω καθημέναν:
μικρὰ μέν ἐστι, ῥᾳδίως νιν οἴσομες.
ἂν δὴ φέρῃς τι,
μέγα δή τι φέροιο.
ἄνοιγ᾽ ἄνοιγε τὰν θύραν χελιδόνι:
οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.
τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: