previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐστὶ δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον, ἔτι δὲ ἀφροδισιαστικόν. διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει, ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων. ὅθεν θήλεια γιγνώσκουσα ἀποδιδράσκουσα τίκτει.' τὰ αὐτὰ ἱστορεῖ καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων fr. 100 3 Schn'.' μάχονται δὲ καὶ οἱ χῆροι αὐτῶν πρὸς ἀλλήλους καὶ ἡττηθεὶς ὀχεύεται ὑπὸ τοῦ νικήσαντος. Ἀριστοτέλης δέ φησιν h. a. p. 614 a 2' 'ὅτι τὸν ἡττηθέντα πάντες ἐν μέρει ὀχεύουσιν. ὀχεύουσι δὲ καὶ οἱ τιθασοὶ τοὺς ἀγρίους. ἐπειδὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου, οὗτος λάθρᾳ ὀχεύεται ὑπὸ τοῦ κρατιστεύσαντος. γίνεται δὲ τοῦτο κατά τινα ὥραν τοῦ ἔτους, ὡς καὶ Μύνδιός φησιν Ἀλέξανδρος. νεοττεύουσι δὲ ἐπὶ γῆς οἱ ἄρρενες καὶ αἱ θήλειαι, διελόμενοι ἕκαστοι οἶκον. ἐπὶ δὲ τὸν θηρεύοντα πέρδικα ὠθεῖται τῶν ἀγρίων ἡγεμὼν μαχούμενος: ἁλόντος δὲ τούτου ἕτερος ἔρχεται μαχούμενος. καὶ ὁπόταν μὲν ἄρρην <> θηρεύων, τοῦτο ποιεῖ: ὅταν δὲ θήλεια θηρεύουσα, ᾁδει ἕως ἂν ἀπαντήσῃ ἡγεμὼν αὐτῇ: καὶ οἱ ἄλλοι ἀθροισθέντες ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ, ἀλλ᾽ οὐχ ἑαυτοῖς προσέχει. ὅθεν πολλάκις διὰ ταῦτα σιγῇ προσέρχεται, ὅπως μὴ ἄλλος ἀκούσας τῆς φωνῆς ἔλθῃ μαχούμενος αὐτῷ. ἐνίοτε δὲ θήλεια τὸν ἄρρενα προσιόντα κατασιγάζει. πολλάκις τε ἐπῳάζουσα ἐξίσταται, ὅταν προσερχόμενον ἐπαισθάνηται τὸν ἄρρενα τῇ θηρευούσῃ, ὑπομένει τε ὀχευθῆναι, ἵνα αὐτὸν ἀποσπάσῃ τῆς θηρευούσης. ἐπὶ τοσοῦτον δ᾽ ἐπτόηνται περὶ τὴν ὀχείαν οἱ πέρδικες καὶ οἱ ὄρτυγες ὡς εἰς τοὺς θηρεύοντας ἐμπίπτειν καθίζοντας ἐπὶ τῶν κεφαλῶν. φασὶ δὲ καὶ τοὺς ἀγομένους θήλεις πέρδικας ἐπὶ θήραν, ὁπόταν ἴδωσιν ὄσφρωνται τῶν ἀρρένων κατ᾽ ἄνεμον στάντων περιπετομένων, ἐγκύους γίγνεσθαι, τινὲς δὲ καὶ παραυτίκα τίκτειν. πέτονταί τε περὶ τὸν τῆς ὀχείας καιρὸν χάσκοντες καὶ τὴν γλῶσσαν ἔξω ἔχοντες οἵ τε θήλεις καὶ οἱ ἄρρενες.' Κλέαρχος δ᾽ ἐν τῷ περὶ τοῦ Πανικοῦ FHG II 324' '‘οἱ στρουθοί, φησί᾽ χοἰ πέρδικες, ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προΐενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δὲ αἴτιον τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτατον δὲ γίνεται περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῇς κάτοπτρον: προστρέχοντες γὰρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προΐενται τὸ σπέρμα, πλὴν τῶν ἀλεκτρυόνων. τούτους δ᾽ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον.' ταῦτα μὲν Κλέαρχος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: